Skip to main content

Full text of "Liturgikon"

See other formats


Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ 


Τοῦ ἐν ᾿Αγίοις Πατρὸς ἡμῶν 

Ἰωάννου τοῦ Χρυσοστόμου 
ἱ 
᾿ 




















ΛΕΠΥΡΙ 


ΤΟΥ 
ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ 


ΕΝ ΡΩΝΗ͂ 


[950 








ΟἸΒΑΜΉΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΝΟΥ 





[Δ 







ΗΜΩΝ 











ἦ 











᾿Εγκρίσει καὶ ἀδείᾳ 


τῆς ᾿Αγιωτάτης καὶ ᾿Αποστολικῆς Ἕδρας 


τῆς παλαιᾶς Ῥώμης 











ΔΙΑΤΛΕΙΣ 


ΤΙΣ ΘΕΙΑΣ ΚΑΙ ΊΕΡΑΣ 
ΛΕΠΠΟΥΡΓΙΑΣ 


ἐλέλλων ὁ Ἱερεὺς τὴν θείαν ἐπιτελεῖν λυσταγωγίαν, ὀφείλει 
προηγουμένως εἶναι κατηλλαγμένος μετὰ πάντων, καὶ μὴ ἔχειν τι 
κατά τινος, καὶ τὴν καρδίαν δέ, ὅση δύναμις, ἀπὸ πονηρῶν τηρῆ- 
σαι λογισμῶν, ἐγμρατεύεσθαί τε ἀφ᾽ ἑσπέρας, καὶ ἐγρηγορηκὼς 
διάγειν μέχρι τοῦ τῆς Ἱερουργίας καιροῦ. 


Τοῦ δὲ καιροῦ ἐπιστάντος, μετά τὸ ποιῆσαι τὴν συνήθη τῷ 
Προεστῶτι μετάνοιαν, εἰσέρχεται ἐν τῷ Ναῷ, καὶ ἐνωθεὶς τῷ Δια- 
κόνῳ, ποιοῦσιν ὁμοῦ πρὸς ἀνατολὰς ἔμπροσθεν τῶν ἁγίων Θυρῶν 
προσκυνήματα τρία. 


Εἶτα λέγει ὁ Διάκονος" 
Εὐλόγησον, δέσποτα. 
Ὃ Ἱερεύς: 
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 


Βασιλεῦ οὐράνιε," Παράκλητε," τὸ Πνεῦμα 
τῆς ἀληθείας," ὁ πανταχοῦ παρών," καὶ τὰ πάν- 
τα πληρῶν," ὁ θησαυρὸς τῶν ἀγαθῶν" καὶ ζωῆς 











θάρισον ἡμᾶς" ἀπὸ πάσης κηλῖδος͵," καὶ σῶσον," 
᾿Αγαθέ," τὰς φυχὰς ἡμῶν. 
Ὁ δὲ Διάκονος λέγει τὸ Τρισάγιον' 


ἌΛγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος ᾿Αθάνα- 
τος, ἐλέησον ἡμᾶς. Τρίς. 


Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ᾿Αγίῳ Πνεύματι: καὶ 
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς Κύριε, ᾿λάσθητι 
ταῖς ἁμαρτίαις ἡμῶν" Δέσποτα, συγχώρησον τὰς ἀνο- 
μίας ἡμῖν" ἍΛγιε, ἐπίσκεφαι καὶ ἴασαι τὰς ἀσθενείας 
ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον᾽ Κύ- 
ριε, ἐλέησον᾽ Κύριε, ἐλέησον. 

Καὶ πάλιν’ Δόξα Πατρί... ἕως τέλους. Εἶτα' 

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ 
ὄνομά σου" ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τὸ θέ- 
λημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον 
ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν 
τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει- 
λέταις ἡμῶν᾽ καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, 
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 

Ὁ Ἱερεύς" 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, 
καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ 
᾿Αγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶ- 
νας τῶν αἰώνων. 

Ὁ Διάκονος᾽ 

᾿Αμήν. 

Εἴτα λέγουσι" 

᾿Ελέησον ἡμᾶς, Κύριε," ἐλέησον ἡμᾶς" πάσης 








᾿Ακολουθία τῆς Προσκομιδῆς 





γὰρ ἀπολογίας ἀποροῦντες, ᾿ ταύτην σοι τὴν ἱκεσίαν, 
ὥς Δεσπότῃ, ᾿ οἱ ἁμαρτωλοὶ προσφέρομεν" " ἐλέησον 
ἡμᾶς. 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ᾿Αγίῳ Πνεύματι. 


-.: 


Κύριε ἐλέησον ἡμᾶς" ἐπὶ σοὶ γὰρ πεποίθαμεν" " 
μὴ ὀργισθῇς ἡμῖν σφόδρα," μηδὲ μνησθῇς τῶν ἀνο- 
μιῶν ἡμῶν" " ἀλλ᾽ ἐπίβλεφον καὶ νῦν ὡς εὔσπλαγχνος," 
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν" " σὺ γὰρ εἶ 
Θεὸς ἡμῶν," καὶ ἡμεῖς λαός σου" " πάντες ἔργα χει- 
ρῶν σου," καὶ τὰ ὄνομά σου ἐπικεκλήμεθα. 


Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 


Τῆς εὐσπλαγχνίας τὴν πύλην" ἄνοιξον ἡμῖν, ἡ 
εὐλογημένη Θεοτόκε᾽ " ἐλπίζοντες εἰς σέ," μὴ ἀστο- 
χήσωμεν᾽ " ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων " σὺ 
γὰρ εἶ ἡ σωτηρία" τοῦ γένους τῶν χριστιανῶν. 


Ἔπειτα ἀπέρχονται εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ, καὶ προσ- 
κυνοῦσι, λέγοντες" 

Τὴν ἄχραντον εἰκόνα σου " προσκυνοῦμεν, ᾿Αγα- 
θέ," αἰτούμενοι συγχώρησιν " τῶν πταισμάτων ἡμῶν, 
Χριστὲ ὁ Θεός" " βουλήσει γὰρ ηὐδόκησας " σαρκὶ 
ἀνελθεῖν ἐν τῷ σταυρῷ," ἵνα ῥύσῃ οὕς ἔπλασας " ἐκ 
τῆς δουλείας τοῦ ἐχθροῦ " ὅθεν εὐχαρίστως βοῶμέν 
σοι ᾿ χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν," 
παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. 

Καὶ ἀσπάζονται τὴν εἰκόνα τοῦ Χριστοῦ. 

Εἶτα ἀπέρχονται εἰς τὴν εἰκόνα τῆς Θεοτόκου, λέγοντες τὸ 
Τροπάριον" 

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή," συμπαθείας 
ἀξίωσον ἡμᾶς, Θεοτόκε" ᾿ βλέφον εἰς λαὸν τὸν ἁμαρ- 
τήσαντα᾽ " δεῖξον, ὡς ἀεί, τὴν δυναστείαν σου" " εἰς σὲ 








8 Ἡ Θεία καὶ Ἱερὰ Λειτουργία 





γὰρ ἐλπίζοντες," τὸ Χαῖρε βοῶμέν σοι," ὥς ποτὲ ὁ 
Γαβριήλ," ὁ τῶν ἀσωμάτων ᾿Αρχιστράτηγος. 
Καὶ ἀσπάζονται τὴν εἰκόνα τῆς Θεοτόκου. 


Εἴτα κλίνουσι τὴν κεφαλήν, καὶ λέγει ὁ ᾿Ἱερεὺς ταύτην τὴν 
Εὐχήν᾽ 


Κύριε, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ 
ὕφους κατοικητηρίου σου, καὶ ἐνίσχυσόν με 
εἰς τὴν προκειμένην διακονίαν σου, ἵνα ἀκα- 
τακρίτως παραστὰς τῷ φοβερῷ σου βήματι, 
τὴν ἀναίμακτον ἱερουργίαν ἐπιτελέσω. Ὅτι σοῦ 
ἐστιν ἡ δύναμις, καὶ ἡ δόξα, εἰς τοὺς αἰῶνας 
τῶν αἰώνων. ᾿Αμήν. 


Ἔπειτα ποιοῦσι ἔμπροσθεν τῶν ἁγίων Θυρῶν προσκυνήματα 
τρία, καὶ εἰς τοὺς Χοροὺς προσκυνήματα, ἀνὰ ἕν. Καὶ οὕτως ἀπέρ- 
χονται εἰς τὸ Θυσιαστήριον, ὁ μὲν Ἱερεὺς διὰ τοῦ βορείου, ὁ δὲ 
Διάκονος διὰ τοῦ νοτίου μέρους, λέγοντες" 


Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω 
πρὸς Ναὸν ἅγιόν σου ἐν φόβῳ σου. 


Ἐλθόντες δὲ εἰς τὸ Ἱερατεῖον, ποιοῦσι προσκυνήματα γ᾽, ἔμ- 
προσϑεν τῆς ἁγίας Τραπέζης, καὶ ἀσπάζονται τὸ ἅγιον Εὐαγγέ- 
λιον, καὶ τὴν ἁγίαν Τράπεζαν. 

Εἶτα λαμβάνουσι ἐν ταῖς χερσὶν αὐτῶν, ἕκαστος τὸ Στιχά- 
ριον αὐτοῦ, καὶ ποιοῦσι προσκυνήματα τρία, πρὸς ἀνατολάς, λέ- 
γοντες καθ᾽ ἑαυτὸν ἕκαστος τὸ 


Ὃ Θεὸς ᾿λάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν 
με. 

Εἶτα προσέρχεται τῷ Ἱερεῖ ὁ Διάκονος, κρατῶν ἐν τῇ δεξιᾷ 
χειρὶ τὸ Στιχάριον σὺν τῷ Ὥραρίῳ, καὶ ὑποκλίνας τὴν ἑαυτοῦ 
κεφαλήν, λέγει" 


Εὐλόγησον, δέσποτα, τὰ Στιχάριον σὺν τῷ ὭὯρα- 
ρΡίῳ. 








᾿Ακολουθία τῆς Προσκομιδῆς 





Ὃ ἽἹερεὺς σφρογίσας αὐτά, λέγει" 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὃ Διάκονος’ ᾿Αμήν. Καὶ ἀσπάζεται τὴν δεξιάν τοῦ 1ε- 
ρέως, Εἶτα ὑποχωρεῖ μαθ᾽ ἑαυτὸν εἰς ἕν μέρος τοῦ Ἱερατείου 
καὶ ἀσπασάμενος τὸ Στιχάριον, ἐνδύεται αὐτό, εὐχόμενος οὕτως" 

᾿Αγαλλιάσεται ἡ φυχή μου ἐπὶ τῷ Κυρίῳ" ἐνέδυσε 
γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης πε- 
ριέβαλέ με’ ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς 
νύμφην κατεκόσμησέ με κόσμῳ. 

Καὶ τὸ μὲν Ὡράριον ἀσπασάμενος, ἐπιτίθησι τῷ ἀριστερῷ 
ὥμῳ, μηδὲν λέγων. 

Τὰ δὲ Ἐπιμανίκια ἐπιθέμενος ταῖς χερσίν, ἐν μὲν τῷ δεξιῷ, 
λέγει" 

Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ’ ἡ δεξιά 
σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς᾽ καὶ τῷ πλήθει τῆς 
δόξης σου συνέτριφας τοὺς ὑπεναντίους. 

Ἐν δὲ τῷ ἀριστερῷ" 

ΑἹ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με᾿ συνέ- 
τισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 


Εἶτα ἀπελθὼν εἰς τὴν Πρόθεσιν, εὐτρεπίζει τἀ ἱερά᾽ τὸν μὲν 
ὄγιον Δίσμον τιθεὶς ἐν τῷ μέρει τῷ ἀριστερῷ, τὸ δὲ Ποτήριον ἐν 
τῷ δεξιῷ, καὶ τὰ ἄλλα σὺν αὐτοῖς. 


Ὃ δὲ ᾿Ιερεὺς οὕτως ἐνδύεται. Λαβὼν τὸ Στιχάριον ἐν τῇ 
ἀριστερᾷ χειρί, καί, ὡς εἴρηται, προσκυνήσας τρὶς κατ᾽ ἀνατο- 
λάς, σφραγίζει αὐτό, λέγων" 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 


Εἴτα ἐνδύεται αὐτὸ λέγων' 


᾿Αγαλλιάσεται ἡ φυχή μου ἐπὶ τῷ Κυρίῳ᾽ 
ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα 







































Ἢ Θεία καὶ Ἱερὰ Λειτουργία 





εὐφροσύνης περιέβαλέ με΄ ὡς νψμφίῳ περιέθηκέ 
μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κό- 
σμῳ. 

Εἶτα λαβὼν τὸ Ἐπιτραχήλιον, καὶ σφραγίσοις καὶ ἀσπασά- 
μενος, περιτίθεται αὐτό, λέγων" 

Εὐλογητὸς ὁ Θεός, ὁ ἐκχέων τὴν χάριν ἐπὶ 
τοὺς Ἱερεῖς αὐτοῦ᾽ ὡς μῦρον ἐπὶ κεφαλῆς, τὸ κα- 
ταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ ᾿Ααρών, 
τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐ- 
τοῦ, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας 
τῶν αἰώνων. ᾿Αμήν. 

μετὰ τοῦτο, λαβὼν τὴν Ζώνην, καὶ σφραγίσας αὐτήν, λέ- 
γε! περιζωννύμενος" 

Εὐλογητὸς ὁ Θεός, ὁ περιζωννύων με δύνα- 
μιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου, πάντοτε, 
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
᾿Αμήν. 

Τὰ δὲ ᾿Ἐπιμανίκια σφραγίδας καὶ ἀσπασάμενος, ἑκάτερον 
ἐπιτίθησι ταῖς χερσί, λέγων, ἐν μὲν τῷ δεξιῷ" 

Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ᾽ ἡ 
δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς" καὶ 
τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς 
ὑπεναντίους. 

Ἐν δὲ τῷ ἀριστερῷ᾽ 

ΑἹ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με’ 
συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 

Εἶτα λαβὼν τὸ Ὑπογονάτιον, εἴπερ ἔχει ἐκκλησιαστιμὸν ἀ- 
Είωμα, καὶ εὐλογήσας καὶ ἀσπασάμενος, ἐπιτίθησιν αὐτό, λέγων' 


Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν 








᾿Ακολουθία τῆς Προσκομιδῆς 





σου, Δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει 
σου καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε, 
ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύ- 
νης καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου, 
πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν 
αἰώνων. ᾿Αμήν. 

Εἶτα λαμβάνει τὸ Φελώνιον καὶ εὐλογήσας καὶ ἀσπασά- 
μενος, ἐνδύεται αὐτό, λέγων" 

ΟἹ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύ- 
νην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσον- 
ται, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας 
τῶν αἰώνων. ᾿Αμήν. 

Μετὰ ταῦτα, ἀπελθόντες εἰς τὸν Νιπτῆρα, νίπτουσι τὰς 
χεῖρας, λέγοντες" 

Νίφομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώ- 
σω τὸ Θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαί με φω- 
νῆς αἰνέσεώς σου, καὶ διηγήσασθαι πάντα τὰ θαυμά- 
σιὰ σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ 
τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ 
ἀσεβῶν τὴν φυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων 
τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι: ἡ δεξιὰ αὐ- 
τῶν ἐπλήσθη δώρων. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύ- 
θην" λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ο ποῦς μου 
ἔστη ἐν εὐθύτητι" ἐν ᾿Εκκλησίαις εὐλογήσω σε, Κύριε. 

Καὶ οὕτως ἀπέρχονται εἰς τὴν Πρόθεσιν. Εἶτα προσκυνήματα 
τρία, ἔμπροσθέν τῆς Προθέσεως, ποιήσαντες, λέγουσιν ἕκαστος τὸ 
Ὃ Θεός, ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. 

Καὶ λέγει ὁ Ἱερεύς" 


᾿Εξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νό- 
μου, τῷ τιμίῳ σου Αἵματι᾿ τῷ Σταυρῷ προσηλω- 





Ἧ Θεία καὶ Ἱερὰ  Λειτουργία 





θείς, κἀὶ τῇ Λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν 
ἐπήγασας ἀνθρώποις, Σωτὴρ ἡμῶν, δόξα σοι. 
Εἴτα λέγει ὁ Διάκονος" 
Εὐλόγησον, δέσποτα. 
Καὶ ὁ Ἱερεὺς ποιεῖ Εὐλογητόν" 


Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 

Μετὰ τοῦτο, λαμβάνει ὁ Ἱερεὺς ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ 
τὴν Προσφοράν, ἐν δὲ τῇ δεξιᾷ τὴν ἁγίαν Λόγχην, καὶ σφραγίζων 
μετ᾽ αὐτῆς τρὶς ἐπάνω τῆς σφραγῖδος τῆς Προσφορᾶς, λέγει" 

Εἰς ἀνάμνησιν τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ 
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τρίς. 

Καὶ εὐθὺς πήγνυσι τὴν Λόγχην ἐν τῷ δεξιῷ μέρει τῆς σφρα- 
γῖδος, καὶ λέγει, ἀνατέμνων" ᾿ 


'ῶς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. 
Ἐν δὲ τῷ ἀριστερῷ" 


Καὶ ὡς ἀμνὸς ἄμωμος, ἐναντίον τοῦ κείρον- 
τος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στό- 
μα αὐτοῦ. 

Ἔν δὲ τῷ ἄνω μέρει τῆς σφραγῖδος" 

Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ 
ἤρθη. 

Ἐν δὲ τῷ κάτω᾽ 

Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; 

Ὁ δὲ Διάκονος, ἐνορῶν εὐλαβῶς τῇ τοιαύτῃ τελετῇ, κρα- 
τῶν καὶ τὸ ὭὩράριον ἐν τῇ χειρί, λέγει καθ᾽ ἑκάστην ἀνατομήν᾽ 
Τοῦ Κυρίου δεηθῶμεν. , 

Μετὰ ταῦτα λέγει: Ἔπαρον, δέσποτα. 

Καὶ ὁ Ἱερεύς, ἐμβαλὼν τὴν ἀγίαν Λόγχην ἐκ πλαγίου τοῦ 





᾿Ακολουθία τῆς Προσκομιδῆς 





δεξιοῦ μέρους τῆς Προσφορᾶς, ἐπαίρει τὸν ἅγιον Ἄρτον, λέγων" 


Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. 

Καὶ θεὶς αὐτὸν ὕπτιον ἐν τῷ ἁγίῳ Δίσκῳ, εἰπόντος τοῦ Δια- 
κόνου Θῦσον, δέσποτα, θύει αὐτὸν σταυροειδῶς, οὕτω λέγων᾽ 

Θύεται ὁ ᾿Αμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν 
ἁμαρτίαν τοῦ κόσμου, ὑπὲρ τῆς τοῦ κόσμου 
ζωῆς καὶ σωτηρίας. 

Καὶ στρέφει τὸ ἕτερον μέρος ἐπάνω, τὸ ἔχον τὸν Σταυρόν. 


Καὶ τοῦ Διακόνου εἰπόντος Νύξον, δέσποτα, νύττει ἀμέσως ὑπὸ 
τοῦ ὀνόματος [{, λέγων" 


Εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν αὐ- 
τοῦ ἔνυξε᾽ καὶ εὐθέως ἐξῆλθεν αἷμα, καὶ ὕδωρ᾽ 
καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή ἐστιν 
ἡ μαρτυρία αὐτοῦ. 


Ὃ δὲ Διάκονος ἐγχέει τῷ ἁγίῳ Ποτηρίῳ ἐκ τοῦ νάματος 
ὁμοῦ καὶ τοῦ ὕδατος, εἰπὼν πρότερον πρὸς τὸν Ἱερέα" 


Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν ἕνωσιν.- 

Καὶ εὐλογεῖ αὐτὰ ὁ Ἱερεύς, λέγων" 

Εὐλογημένη ἡ ἔνωσις τῶν ᾿Αγίων σου, πάν- 
τοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 
νων. ᾿Αμήν. 

Καὶ λαβὼν ἐν τοῖς χερσὶ τὴν δευτέραν προσφοράν, λέγει" 

Εἰς τιμὴν καὶ μνήμην τῆς ὑπερευλογημένης, 
ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρ- 
θένου Μαρίας, ἧς ταῖς πρεσβείαις πρόσδεξαι, 
Κύριε, τὴν θυσίαν ταύτην εἰς τὸ ὑπερουράνιόν 
σου Θυσιαστήριον. 


Καὶ αἴρων μερίδα, τίθησιν αὐτὴν ἐν τῷ δεξιῷ μέρει τοῦ 
ἁγίου ἽἌρτου, πλησίον τῆς μέσης αὐτοῦ, λέγων' 





Ἡ Θεία καὶ Ἱερὰ Λειτουργία 





Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱμα- 
τισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. 

Εἴτα λαβὼν τρίτην προσφοράν, καὶ αἴρων ἐξ αὐτῆς πρώτην 
μερίδα, τίθησιν αὐτὴν ἐν τῷ ἀριστερῷ μέρει τοῦ ἁγίου "Ἄρτου, 
πλησίον τῆς μέσης αὐτοῦ, ποιῶν ἀρχὴν τῆς πρώτης τάξεως, καὶ 
λέγει" 


Εἰς τιμὴν καὶ μνήμην τῶν παμμεγίστων 
Ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριήλ, καὶ πασῶν τῶν 
ἐπουρανίων Δυνάμεων ᾿Ασωμάτων. 


Καὶ αἴρει δευτέραν μερίδα, λέγων' 

Τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου 
καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων 
Προφητῶν, Μωσέως καὶ ᾿Ααρών, Ἠλιοῦ καὶ 
᾿Ελισσαίου, Δαβὶδ τοῦ Ἰεσσαί, τῶν ἁγίων τριῶν 
Παίδων καὶ Δανιὴλ τοῦ Προφήτου, καὶ πάντων 
τῶν ἁγίων Προφητῶν. 

Καὶ τίθησιν αὐτὴν ὑποκάτω τῆς πρώτης εὐτάκτως. 

Εἶτα αἴρων τρίτην μερίδα, λέγει" 

Τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ᾿Απο- 
στόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν 
ἁγίων ᾿Αποστόλων. 

Καὶ τίθησιν αὐτὴν ὑποκάτω τῆς δευτέρας, τελειῶν τὴν πρώ- 
την τάξιν. 

Καὶ αἴρει τετάρτην μερίδα, λέγων' 

Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἵε- 
ραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασι- 
λείου τοῦ μεγάλου, [Γ[ρηγορίου τοῦ Θεολόγου 
᾿ καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, ᾿Αθανασίου καὶ 
᾿ς Κυρίλλου, Νικολάου τοῦ ἐν Μύροις, καὶ πάν- 
᾿ τῶν τῶν ἁγίων Ἱεραρχῶν. 








᾿ΑἈκολουθία τῆς Προσκομιδῆς 


Καὶ τίθησιν αὐτὴν πλησίον τῆς πρώτης μερίδος, ποιῶν ἀρ- 
χὴν τῆς δευτέρας τάξεως. 





Εἶτα αἴρων πέμπτην μερίδα, λέγει" 

Τοῦ ἁγίου Πρωτομάρτυρος καὶ ᾿Αρχιδιακό- 
νου Στεφάνου, τῶν ἁγίων μεγάλων Μαρτύρων 
Δημητρίου, [εωργίου, Θεοδώρου, καὶ πάντων 
καὶ πασῶν τῶν ἁγίων Μαρτύρων. 

Καὶ τίθησιν αὐτὴν ὑποκάτω τῆς πρώτης τῆς δευτέρας τά- 
ξεως. 

Ἔπειτα αἴρει ἕκτην μερίδα, λέγων' 

Τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, 
᾿Αντωνίου, Εὐθυμίου, Σάββα, ᾿Ονουφρίου, ᾿Αθα- 
νασίου τοῦ ἐν τῷ ἼἌΛθῳ, καὶ πάντων καὶ πασῶν 
τῶν Ὁσίων. 


Καὶ τίθησιν αὐτὴν ὑποκάτω τῆς δευτέρας μερίδος, εἰς ἀνα- 
πλήρωσιν τῆς δευτέρας τάξεως. 


μετὰ δὲ ταῦτα αἴρων ἑβδόμην μερίδα, λέγει" 


Τῶν ἁγίων καὶ θαυματουργῶν ᾿Αναργύρων, 
Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παν- 
τελεήμονος καὶ Ἑρμολάου, καὶ πάντων τῶν ἅ- 
γίων ᾿Αναργύρων. 

Καὶ τίθησιν αὐτὴν ἄνω, πλησίον τῆς τετάρτης μερίδος, 
ποιῶν ἀρχὴν τῆς τρίτης τάξεως. 

Εἶτ᾽ αὖθις αἴρει ὀγδδην μερίδα, λέγων" 


Τῶν. ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωα- 
κεὶμ καὶ Ἄννης, [τοῦ ᾿Αγίου τῆς ἐκκλησίας ἢ τῆς 
μονῆς, καὶ τοῦ ᾿Αγίου τῆς ἡμέρας ), καὶ πάντων 
τῶν ᾿Αγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ 
Θεός. 








Ἡ Θεία καὶ Ἱερὰ Λειτουργία 





Καὶ τίθησιν αὐτὴν ὑπομάτω τῆς πρώτης τῆς τρίτης τάξεως. 

Καὶ τοῦτο ποιήσας, αἴρει τὴν ἐννάτην μερίδα, λέγων’ 

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ᾿Ιωάννου, ἀρχιε- 
πισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστό- 
μου (εἴπερ λέγεται ἡ Λειτουργία αὐτοῦ᾽ εἰ δὲ λέ- 
γεται ἡ τοῦ Μεγάλου Βασιλείου, τούτου μνημο- 
νεύει Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, 
ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, τοῦ 
Μεγάλου ). 

Καὶ τίθησιν αὐτὴν ἐν τῷ τέλει τῆς τρίτης τάξεως εἰς ἀνα- 
πλήρωσιν. 


Εἶτα λαμβάνει ἑτέραν προσφοράν, μαὶ αἴρων μερίδα, λέγει" 


Μβνήσθητι, Δέσποτα φιλάνθρωπε, πάσης 
᾿Ἐπισκοπῆς ᾿Ορθοδόξων, τοῦ Πατριάρχου, (ἢ 
βΜητροπολίτου, ἢ᾽ Αρχιεπισκόπου, ἣ Ἐπισκόπου ] 
ἡμῶν τοῦ δεῖνος͵ τοῦ τιμίου πρεσβυτερίου, τῆς 
ἐν Χριστῷ διακονίας, καὶ παντὸς ἱερατικοῦ τάγ- 
ματος, [ἐν τοῖς μοναστηρίοις" τοῦ δεῖνος Κα- 
θηγουμένου, ) καὶ τῶν ἀδελφῶν καὶ συλλειτουρ- 
γῶν ἡμῶν, Πρεσβυτέρων, Διακόνων, καὶ πάν- 
τῶν τῶν ἀδελφῶν ἡμῶν, οὖς προσεκαλέσω εἰς 
τὴν σὴν κοινωνίαν, διὰ τῆς σῆς εὐσπλαγχνίας, 
πανάγαθε Δέσποτα. 

Καὶ τίθησιν αὐτὴν ὑποκάτω τοῦ ἀγίου Ἄρτου. 


Εἶτα μνημονεύει καὶ ὧν ἔχει ζώντων κατ᾽ ὄνομα, καὶ καθ᾽ ἔ- 
καστον ὄνομα αἴρει μερίδα, λέγων" Μβνήσθητι, Κύριε, τοῦ δεῖνος. 
Καὶ οὕτως αἴρων τάς μερίδας, τίθησιν αὐτὰς ὑποκάτω. 


Ἔπειτα λαβὼν ἑτέραν προσφοράν, αἴρει μερίδα, λέγων" 


Ὑπὲρ μνήμης καὶ ἀφέσεως τῶν ἁμαρτιῶν 











᾿Ακολουθία τῆς Προσκομιδῆς Ι7 





τῶν μακαρίων κτιτόρων τῆς ἁγίας ἐκκλησίας 
[ἢ μονῆς ) ταύτης. 


Εἶτα μνημονεύει τοῦ χειροτονήσαντος αὐτὸν ᾿Αρχιερέως, καὶ 
ἑτέρων ὧν θέλει κεκοιμημένων κατ᾽ ὄνομα. Καθ᾿ ἕκαστον ὄνομα 
αἵρει μερίδα, λέγων' ᾿βνήσθητι, Κύριε, τοῦ δεῖνος. Καὶ τελευταῖον, 
αἴρων μερίδα, ἐπιλέγει οὔτω" 


Καὶ πάντων τῶν ἐπ᾽ ἐλπίδι ἀναστάσεως 
ζωῆς αἰωνίου, καὶ τῇ σῇ κοινωνίᾳ κεκοιμημένων 
ὀρθοδόξων, πατέρων καὶ ἀδελφῶν ἡμῶν, φι- 
λάνθρωπε Κύριε. 


Ὃ δὲ Διάκονος, λαβὼν καὶ αὐτὸς σφραγῖδα καὶ τὴν ἁγίαν 
Λόγχην, μνημονεύει ὧν βούλεται ζώντων καὶ τεθνεώτων. 


Τελευταῖον δὲ, αἴρει ὁ ᾿Ιερεὺς μερίδα, λέγων" 

᾿νήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ἀναξιότητος᾽ 
καὶ συγχώρησόν μοι πᾶν πλημμέλημα ἑκούσιόν 
τε καὶ ἀκούσιον. 


Ὃ δὲ Διάκονος, λαβὼν τὴν μοῦσαν, συστέλλει τὰς ἐν τῷ 
Δίσμκῳ μερίδας, ὑποκάτω τοῦ ἀγίου "Ἄρτου, ὥστε εἶναι ἐν ἀσφα- 
λείᾳ, καὶ μὴ ἐκπεσεῖν τι. 


Εἴτα ὁ Διάκονος, λαβὼν τὸ Θυμιατήριον, καὶ θυμίαμα βαλὼν 
ἐν αὐτῷ, λέγει πρὸς τὸν Ἱερέα: 


Εὐλόγησον, δέσποτα, τὸ θυμίαμα. Τοῦ Κυρίου 
δεηθῶμεν. 

Καὶ ὁ Ἱερεύς, εὐλογῶν, λέγει τὴν Εὐχὴν τοῦ θυμιάματος. 

Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς 
ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς᾽ ὃ προσ- 
δεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστή- 
ριον, ἀντικατάπεμφον ἡμῖν τὴν χάριν τοῦ πανα- 
γίου σου Πνεύματος. 
























Ἢ Θεία καὶ Ἱερὰ Λειτουργία 





Ὁ Διάκονος" 
Τοῦ Κυρίου δεηθῶμεν. 


Καὶ θυμιάσαντος τοῦ Διακόνου τὸν ᾿Αστερίσκον, ὁ Ἱερεὺς 
τίθησιν αὐτὸν ἐπάνω τοῦ ἁγίου Ἄρτου, λέγων' 


Καὶ ἐλθὼν ὁ ᾿Αστήρ, ἔστη ἐπάνω, οὗ ἦν τὸ 
Παιδίον. 
Ὃ Διάκονος" 


Τοῦ Κυρίου δεηθῶμεν. Κάλυφον, δέσποτα. 


Καὶ τοῦ Διακόνου θυμιῶντος τὸ πρῶτον Κάλυμμα, ὁ Ἴε- 
ρεὺς σκεπάζει τὸν ἅγιον ἼΑρτον σὺν τῷ Δίσκῳ, λέγων" 

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύ- 
σατο ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιε- 
ζώσατο. 


Ὁ Διάκονος" 
Τοῦ Κυρίου δεηθῶμεν. Κάλυφον, δέσποτα. 


Καὶ τοῦ Διακόνου θυμιῶντος τὸ δεύτερον Κάλυμμα, ὁ Ἵε- 
ρεὺς σκεπάζει τὸ ἅγιον Ποτήριον, λέγων" ἢ; 
᾿Εκάλυφεν οὐρανοὺς ἡ ἀρετή σου, Χριστέ, 
καὶ τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ. 


Ὃ Διάκονος’ 

Τοῦ Κυρίου δεηθῶμεν. Σκέπασον, δέσποτα. 

Καὶ τοῦ Διακόνου θυμιῶντος τὸ τρίτον Κάλυμμα, ἤτοι τὸν 
᾿Αέρα, ὁ Ἱερεὺς σκεπάζει καὶ ἀμφότεραι, λέγων" 

Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων 
σου" ἀποδίωξον ἀφ᾽ ἡμῶν πάντα ἐχθρὸν καὶ πο- 
λέμιον᾽ εἰρήνευσον ἡμῶν τὴν ζωήν. Κύριε, ἐλέη- 
σον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς 
φυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 








᾿Ακολουθία τῆς Προσκομιδῆς 





Εἶτα λαβὼν ὁ Ἱερεὺς τὸν Θυμιατόν, θυμιᾷ τρὶς τὴν Πρόθεσιν, 
λέγων’ 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκή- 
σας, δόξα σοι. 

Ὃ δὲ Διάκονος ἐν ἑκάστῃ λέγει" 

Πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν 
αἰώνων. ᾿Αμήν. 

Καὶ ἀμφότεροι προσκυνοῦσιν εὐλαβῶς τρίς. 

Ἔπειτα λαβὼν ὁ Διάκονος τὸν Θυμιατόν, λέγει" 

Ἐπὶ τῇ Προθέσει τῶν τιμίων Δώρων, τοῦ Κυρίου 
δεηθῶμεν. 

Καὶ ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν τῆς Προθέσεως" 


' Θεός, ὁ Θεὸς ἡμῶν, ὁ τὸν οὐράνιον "Ἂρ- 
τον, τὴν τροφὴν τοῦ παντὸς κόσμου, 
τὸν Κύριον ἡμῶν καὶ Θεὸν ᾿Ιησοῦν Χριστὸν ἐξα- 
ποστείλας, Σωτῆρα καὶ Λυτρωτὴν καὶ Εὐεργέ- 
την, εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς" αὐτὸς εὐ- 
λόγησον τὴν Πρόθεσιν ταύτην, καὶ πρόσδεξαι 
αὐτὴν εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον. 
Μινημόνευσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, τῶν 
προσενεγκάντων καὶ δι᾽ οὖς προσήγαγον" καὶ 
ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουρ- 
γίᾳ τῶν θείων σου Μυστηρίων. , 


Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντι- 
μον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρός, 
καὶ τοῦ ΥἹοῦ, καὶ τοῦ ᾿Αγίου Πνεύματος, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 

Καὶ μετὰ τοῦτο ποιεῖ ᾿Απόλυσιν, λέγων" 





Ἡ Θεία καὶ Ἱερὰ Λειτουργία. 


Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, 
δόξα σοι. 
Ὃ Διάκονος" 





Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ᾿Αγίῳ Πνεύματι" καὶ νῦν, 
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 
Κύριε, ἐλέησον, τρίς. Δέσποτα, εὐλόγησον. 

Ὃ Ἱερεύς’ 

ΕἸ μὲν ἔστι Κυριακή Ὃ ἀναστὰς ἐκ νεκρῶν, ... 

Εἰ δὲ μή: 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρε- 
σβείαις τῆς παναχράντου αὐτοῦ ἠλητρός, τοῦ ἐν 
ἁγίοις Πατρὸς ἡμῶν ᾿Ιωάννου, ᾿Αρχιεπισκόπου 
Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου, (εἰ δὲ 
τελεῖται ἡ Λειτουργία τοῦ Μεγάλου Βασιλείου, 


λέγει" τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, ᾿Αρ- 
χιεπισκόπου Καισαρείας Καππαδοκίας, τοῦ λλε- 
γάλου), καὶ πάντων τῶν ᾿Αγίων, ἐλεήσαι καὶ 
σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 


Ὃ Διάμονος" 

᾿Αμήν. 

μετὰ δὲ τὴν ᾿Απόλυσιν, ὁ Διάκονος, χαράξας Σταυρόν, θυ- 
μιᾷ Πρόθεσιν. Εἶτα ἀπέρχεται καὶ θυμιᾷ τὴν ἁγίαν Τράπεζαν κύ- 
κλῳ σταυροειδῶς, λέγων καθ᾽ ἑαυτόν' 

Ἔν τάφῳ σωματικῶς," ἐν ἄδου δὲ μετὰ φυχῆς 
ὡς Θεός," ἐν παραδείσῳ δὲ μετὰ λῃστοῦ," καὶ ἐν θρό- 
νῳ ὑπῆρχες Χριστέ," μετὰ Πατρὸς καὶ Πνεύματος," 
πάντα πληρῶν ὁ ἀπερίγραπτος. 

Καὶ λέγει τὸν Ν΄ Ψαλμόν, ἐν ᾧ καὶ θυμιάσας τό τε Ἵερα- 


τεῖον, καὶ τἀς ἁγίας Εἰκόνας καὶ τὸν Ναὸν ὅλον, εἰσέρχεται αὖθις 
εἰς τὸ ἅγιον Βῆμα" καὶ θυμιάσας τὴν ἁγίαν Τράπεζαν αὖθις καὶ 








᾿Ακολουθία τῆς Προσκομιδῆς 2] 





τὸν Ἱερέα, τὸ Θυμιατήριον ἀποτίθησιν ἐν τῷ ἰδίῳ τόπῳ. Εἶτα 
προσέρχεται τῷ Ἵερεῖ. 


Καὶ στάντες ὁμοῦ πρὸ τῆς ἁγίας Τραπέζης, προσκυνοῦσι 
τρίς, καθ᾽ ἑαυτοὺς εὐχόμενοι, καὶ λέγοντες" 

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῇς 
ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, 
ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ 
σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κη- 
λῖδος, καὶ σῶσον, ᾿Αγαθέ, τὰς φυχὰς ἡμῶν. 

Εἴτα" 

Δόξοι ἐν ὑφίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν 
ἀνθρώποις εὐδοκία. Δίς. 


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὰ στόμα μου 
ἀναγγελεῖ τὴν αἴνεσίν σου. “Απαξ. 


Εἶτα ἀσπάζονται, ὁ μὲν Ἱερεὺς τὸ ἅγιον Εὐαγγέλιον, ὁ δὲ 
Διάκονος τὴν ἁγίαν Τράπεζαν. 


Καὶ μετὰ τοῦτο, ὑπομλίνας ὁ Διάκονος τὴν ἑαυτοῦ κεφαλὴν 
τῷ Ἱερεῖ, κρατῶν καὶ τὸ ᾿ΩὩράριον τοῖς τρισὶ δακτύλοις τῆς ὅε- 
ξιᾶς χειρός, λέγει" 


Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ. Δέσποτα, εὐλό- 
γησον. 


Καὶ ὁ Ἱερεύς, σφραγίζων αὐτάν, λέγει' 

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ Διάκονος" 

᾿Αμήν. Εὐξαι ὑπὲρ ἐμοῦ, δέσποτα. 

Ὃ δὲ Ἱερεύς" Ἷ 

Κατευθύναι Κύριος τὰ διαβήματά σου εἰς 
πᾶν ἔργον ἀγαθόν. 

Καὶ πάλιν ὁ Διάκονος" 

Μλνήσθητί μου, δέσποτα ἅγιε. 











᾿Ακολουθία τῆς Προσκομιδῆς 








Ὃ Ἱερεύς" 

Μινησθείη σου Κύριος ὁ Θεὸς ἐν τῇ βασι- 
λείᾳ αὐτοῦ, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς 
αἰῶνοις τῶν αἰώνων. 


Καὶ ὁ Διάκονος, εἰπὼν ᾿Αμήν, ἀσπάζεται τὴν δεξιὰν τοῦ Ἱε- 
ρέως, καὶ προσκυνήσας, ἐξέρχεται διὰ τοῦ βορείου μέρους, καὶ 
στὰς ἐν τῷ συνήθει τόπῳ, κατέναντι τῶν ἁγίων (Θυρῶν, προσκυ- 
νεῖ μετ᾽ εὐλαβείας τρίς, λέγων καθ᾽ ἑαυτόν᾽ 

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου 
ἀναγγελεῖ τὴν αἴνεσίν σου. 

Καὶ μετὰ τοῦτο, ἄρχεται λέγειν’ 


Εὐλόγησον, δέσποται. 


Καὶ ἄρχεται ὁ Ἱερεύς" 
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός... 


Ἱστέον ὅτι ἐὰν ὁ Ἱερεὺς λειτουργῇ μόνος ἄνευ Διακόνου, 
ἐν τῇ Προθέσει καὶ ἐν αὐτῇ τῇ Λειτουργίᾳ, οὐκ ἐπιλέγει τὰ τοῦ 
Διαμόνου ῥήματα, ὡς τὸ Εὐλόγησον, δέσποτα... Νύξον, δέσπο- 
τα, Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ... μνήσθητί μου, δέσποτα, 
κ᾿ τ᾿ λ,, ἀλλὰ μόνον ἐν τῇ Λειτουργίᾳ τὸ Τοῦ Κυρίου δεηθῶμεν. 


Ἐὰν συλλειτουργῶσι πολλοὶ Ἱερεῖς, εἷς μὲν ἐξ αὐτῶν μό- 
νος ποιεῖ τὴν Προσκομιδήν' ἄλλοι δὲ οὐδὲν ἐξ αὐτῆς λέγουσιν, 
οὐδὲ τὴν Εὐχὴν τῆς Προθέσεως᾽ Ὁ Θεός, ὁ Θεὸς ἡμῶν... 

Σημείωσαι θάτερον τοῦτο ὅτι, ἐἀν μέλλῃ λειτουργῆσαι ᾿Αρ- 
χιερεύς, ὁ Ἱερεὺς οὐ τελειοῖ τὴν Πρόθεσιν, ἀλλὰ μετὰ τὴν ἐξα- 
γωγὴν τῶν μερίδων τῆς Θεοτόκου καὶ τῶν ᾿Αγίων, καλύπτει τὸν 
ἅγιον Δίσμον καὶ τὸ ἅγιον Ποτήριον μετὰ τοῦ ᾿Αέρος, μηδὲν λέγων. 
Τὰ δὲ λοιπὰ λέγει ὁ ἱερουργῶν ᾿Αρχιερεύς, ὃς ἀποτελειοῖ τὴν 
Πρόθεσιν, φαλλομένου τοῦ Χερουβικοῦ Ὕμνου, πρὸ τῆς Μιεγά- 
λης Εἰσόδου. 





Ε ΘΕᾺ ΔΙΙΤΟΥΡΓΙΑ. 


ΤΟΥ ΕΝΆΑΙΙΟΙΣ ΠΑΤΡΟΣ ἩΜΩ͂Ν 


ἸΩΆΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΌΜΟΥ͂ 


Ὃ Διάκονος’ 


Εὐλόγησον, δέσποτα. 

Ὃ Ἱερεύς, ἐκφώνως, ὑφῶν ἄμα τὸ ἅγιον Εὐαγγέλιον, καὶ 
ποιῶν δι᾽ αὐτοῦ τύπον σταυροῦ" 

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ 
ΥἹοῦ, καὶ τοῦ ᾿Αγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ 
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ Χορός ᾿Αμήν. 

Εἶτα ὁ Διάκονος λέγει τὰ Εἰρηνιμά, φαλλόντων τῶν δύο 
Χορῶν ἐναλλὰξ μετὰ πᾶσαν δέησιν τὸ Κύριε, ἐλέπσον. 

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν 
φυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. 

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐστα- 
θείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, καὶ τῆς τῶν πάν- 
τῶν ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. 

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πί- 
στεῶως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, 
τοῦ Κυρίου δεηθῶμεν. 





Ἢ Θεία Λειτουργία 





Ὑπὲρ τοῦ μακαριωτάτου Πατριάρχου, ( ἢ πανιε- 
ρωτάτου Μητροπολίτου, ἢ θεοφιλεστάτου ᾿Αρχιεπι- 
σκόπου ἢ Ἐπισκόπου ) ἡμῶν τοῦ δεῖνος, τοῦ τιμίου 
Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ 
κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. 


Ὑπὲρ τοῦ Βασιλέως ἡμῶν ( ἢ τῶν ἀρχόντων ἧ- 
μῶν ) παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου 
αὐτοῦ (ἢ αὐτῶν ), τοῦ Κυρίου δεηθῶμεν. 

[Ὑπὲρ τοῦ συμπολεμῆσαι καὶ τοῦ ὑποτάξαι ὑπὸ 
τοὺς πόδας αὐτοῦ ( ἢ αὐτῶν ) πάντα ἐχθρὸν καὶ πο- 
λέμιον, τοῦ Κυρίου δεηθῶμεν. 1 

Ὑπὲρ τῆς πόλεως (ἢ τῆς ἁγίας μονῆς, ἢ τῆς 
χώρας ) ταύτης, πάσης πόλεως, χώρας, καὶ τῶν πί- 
στει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. 


Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν 


τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. 


Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμ- 
νόντων, αἰχμαλώτων, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ 
Κυρίου δεηθῶμεν. 

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίφεως, 
ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. 

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡ- 
μᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐν- 
δόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου 
Μαρίας, μετὰ πάντων τῶν ᾿Αγίων μνημονεύσαντες, 
ἑαυτούς, καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν 
Χριστῷ τῷ Θεῷ παραθώμεθα. 

Ὁ Χορός: Σοί, Κύριε. 


Εὐχὴ ᾿Αντιφώνου α', Μυστικῶς. 
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκα- 





Ἰωάννου τοῦ Χρυσοστόμου 25 





στον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέ- 
τρητον καὶ ἡ φιλανθρωπία ἄφατος" αὐτός, Δέ- 
σποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου ἐπίβλεφον 
ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ 
ποίησον μεθ᾽ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, 
πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου. 


Ἐμφώνησις" 


Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσ- 
κύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ 
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν 
αἰώνων. 

Ὃ Χορός’ "Αμήν. 

Καὶ φάλλεται παρὰ τῶν Ψαλτῶν τὸ πρῶτον ᾿Αντίφωνον, ἢ ὁ 
α΄ φαλμὸς τῶν Τυπικῶν, κατὰ τὴν τυπικὴν διάταξιν" ὧν φαλλομέ- 
νων, ὁ Διάκονος προσκυνήσας, μεθίσταται ἐκ τοῦ τόπου αὐτοῦ, 
καὶ ἀπελθὼν ἵσταται ἐνώπιον τῆς Εἰκόνος τῆς Θεοτόκου, βλέπων 
πρὸς τὴν τοῦ Χριστοῦ Εἰκόνα, κρατῶν καὶ τὸ Ὥράριον τοῖς τρισὶ 
δακτύλοις τῆς δεξιᾶς χειρός. 

ῥλετὰ τὴν συμπλήρωσιν τοῦ ᾿Αντιφώνου, ἐλθὼν ὁ Διάκονος, 
μαὶ στὰς ἐν τῷ συνήθει τόπῳ καὶ προσκυνήσας, λέγει" 


Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 

Ὃ Χορός’ Κύριε, ἐλέησον. 

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡ- 
μᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 

Ὃ Χορός κύριε, ἐλέησον. 

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐν- 
δόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου 
Μβαρίας, μετὰ πάντων τῶν ᾿Αγίων μνημονεύσαντες, ἑαυ- 
τούς, καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ 
τῷ Θεῷ παραθώμεθα. 

Ὃ Χορός’ Σοι, Κύριε, 





Ἢ Θεία Λειτουργία 





Εὐχὴ ᾿Αντιφώνου β'. Μυστικῶς. 


Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου 
καὶ εὐλόγησον τὴν κληρονομίαν σου τὸ πλήρω- 
μα τῆς Ἐκκλησίας σου ἐν εἰρήνῃ διαφύλαξον᾽ 
ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ 
οἴκου σου σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ 
σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεός, . 
τοὺς ἐλπίζοντας ἐπὶ σέ. 


Ἐμφώνησις" 

Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασι- 
λεία, καὶ ἡ δύναμις, καὶ ἣ δόξα, τοῦ Πατρός, καὶ 
τοῦ Υἱοῦ, καὶ τοῦ ᾿Αγίου Πνεύματος, νῦν, καὶ ἀεί, 
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὃ Χορός 'Αμήν, 

Καὶ φάλλεται ὁμοίως παρὰ τῶν Ψαλτῶν τὸ β᾽ ᾿Αντίφωνον 
ἢ ὁ β᾽ φαλμὸς τῶν Τυπικῶν’ ὁ δὲ Διάκονος ὁμοίως ποιεῖ, ὡς καὶ 
ἐν τῷ προτέριῳ ᾿Αντιφώνῳ. 


Καὶ εἰς τὸ τέλος τοῦ ᾿Αντιφώνου, ἢ τοῦ φΦαλμοῦ τῶν Τυπι- 
κῶν, ἐπισυνάπτεται τὸ 

ὋὉ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρ- 
χων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαιρκωθῆ- 
ναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου ἡλαρίας, ἀτρέπτως 
ἐνανθρωπήσας, σταυρωϑθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον 
πατήσας, εἷς ὧν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ 
καὶ τῷ ᾿Αγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 

μετὰ τὴν συμπλήρωσιν τοῦ Ὕμνου Ὁ μονογενής, λέγει ὁ 
Διάμονος τὴν μικρὰν συναπτήν" 


Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 
ὋὉ Χορός: Κύριε, ἐλέησον. 


᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον 
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 





Ἰωάννου τοῦ Ἀρυσοστόμου 





Ὃ Χορός" Κύριε, ἐλέησον. 

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐν- 
δόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου 
ῥλαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, 
ἑαυτούς, καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν 
Χριστῷ τῷ Θεῷ παραθώμεθα. 

Ὁ Χορός: Σοὶ, Κύριε. 


Καὶ εἰσέρχεται ὁ Διάκονος εἰς τὸ ἱερὸν Βῆμα διὰ τοῦ νο- 
τίου μέρους. 


Εὐχὴ ᾿Αντιφώνου γ᾽. Μιυστικῶς, 

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἣἧμῖν 
χαρισάμενος προσευχάς, ὁ καὶ δύο καὶ τρισὶ 
συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις 
παρέχειν ἐπαγγειλάμενος᾽ αὐτὸς καὶ νῦν τῶν 
δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλή- 
ρῶώσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν 
ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι 
ζωὴν αἰώνιον χαριζόμενος. 


Ἐκφώνησις" 


Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρ- 
χεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, 
καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, 
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ Χορός" ᾿Αμήν. 

Ψαλλομένου δὲ παρὰ τῶν Ψαλτῶν τοῦ τρίτου ᾿Αντιφώνου 
ἢ τῶν βακαρισμῶν, ὅταν ἔλθωσιν εἰς τὸ Δόξα, ὁ Ἱερεὺς καὶ ὁ 


Διάκονος, στάντες ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ποιοῦσι προσ- 
κυνήματα τρία. Καὶ ἀνοίγονται αἱ ἅγιαι Θύραι. 


Εἶτα λαβὼν ὁ Ἱερεὺς τὸ ἅγιον Εὐαγγέλιον, δίδωσιν αὐτὸ 
τῷ Διακόνῳ. Καὶ οὕτως ἐξελθόντες διὰ τοῦ βορείου μέρους, προ- 
πορευομένων αὐτῶν λαμπάδων, ποιοῦσι τὴν μικρὰν Εἴσοδον. 








28 Ἢ Θείᾳ Λειτουργία 





Καὶ στάντες ἐν τῷ συνήθει τόπῳ, μλίνουσιν ἀμφότεροι τὰς 
κεφαλάς. Καὶ τοῦ Διακόνου εἰπόντος ἠρέμα Τοῦ Κυρίου δεηθϑῶ- 
μεν, λέγει ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην. 


Εὐχὴ τῆς Εἰσόδου. ἡΜϑυστικῶς. 


Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστή- 
σας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ᾿Αγγέ- 
λων καὶ ᾿Αρχαγγέλων εἰς λειτουργίαν τῆς σῆς 
δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον 
ἁγίων ᾿Αγγέλων γενέσθαι, συλλειτουργούντων 
ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθό- 
τητα. 


Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσ- 
κύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ 
Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν 
αἰώνων. ᾿Αμήν. 

Τῆς Εὐχῆς δὲ τελεσθείσης, λέγει ὁ Διάκονος πρὸς τὸν Ἱερέα, 
δειμνύων πρὸς ἀνατολὰς τῇ δεξιᾷ, κρατῶν ἅμα καὶ τὸ Ὥράριον 
τοῖς τρισὶ δακτύλοις" 

Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν Εἴσοδον. 

Καὶ ὁ Ἱερεὺς εὐλογῶν λέγει μυστιμῶς" 

Εὐλογημένη ἡ Εἴσοδος τῶν ᾿Αγίων σου, πάν- 
τοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 
νων. ᾿Αμήν. 

Εἶθ᾽ οὕτως ὁ Διάκονος προσφέρει τῷ ᾿Ιερεῖ τὸ Εὐαγγέλιον, 
καὶ ἀσπάζεται τοῦτο ὁ Ἱερεύς, τοῦ δὲ Διακόνου ἅμα ἀσπαζομέ- 
νου τὴν δεξιὰν τοῦ Ἱερέως. 


Πληρωθέντος δὲ τοῦ Δοξαστικοῦ τῶν Μακαρισμῶν, ἢ τοῦ 
τρίτου ᾿Αντιφώνου, ἔρχεται ὁ Διάκονος εἰς τὸ μέσον, καὶ στὰς 
ἔμπροσθεν τοῦ Ἱερέως, ἀνυφοῖ μικρὸν τὰς χεῖρας, δεικνύων τὸ 
ἄγιον Εὐαγγέλιον, καὶ ποιῶν δι᾽ αὐτοῦ τύπον σταυροῦ, λέγει με- 
γαλοφώνως" 





Ἰωάννου τοῦ Χρυσοστόμου 





Σοφία᾽ ὀρθοί. 
Καὶ φάλλεται τὸ Εἰσοδικόν" 


Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν "Χριστῷ: σῶσον 
ἡμᾶς, Ὑὲ Θεοῦ, ὁ ἐν ᾿Αγίοις θαυμαστός, φάλλοντάς σοι" ᾿Αλλη- 
λούτα. 


Εἰ δ᾽ ἔστι Κυριακή, λέγεται" 
ἐνὸν ὁ ἀναστὰς ἐμ νεκρῶν, φάλλοντάς σοι' ᾿Αλληλούϊα. 


Ἐν ταῖς Δεσποτικαῖς Ἑ.ορταῖς, φάλλεται τὸ Εἰσοδικὸν τῆς 
Ἑορτῆς. 

Εἴτα πρσκυνήσας αὐτός τε καὶ ὁ Ἱερεὺς κατόπισθεν αὐτοῦ, 
εἰσέρχονται εἰς τὸ ἅγιον Βῆμα διὰ τῶν Πυλῶν Βασιλικῶν, καὶ ὁ 
μὲν Διάκονος ἀποτίθησι τὸ ἅγιον Εὐαγγέλιον ἐπὶ τῆς ἁγίας Τρα- 
πέζης. 

ΟἹ δὲ Ψάλται λέγουσι τὰ συνήθη τροπάρια. 


Ὁ δὲ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην. 

Εὐχὴ τοῦ Τρισαγίου Ὕμνου. Μϑυστικῶς. 

Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ᾿Αγίοις ἀναπαυόμε- 
νος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνού- 
μενος, καὶ ὑπὸ τῶν Χερουβὶμ δοξολογούμενος, 
καὶ ὑπὸ πάσης ἐπουρανίου Δυνάμεως προσκυ- 
νούμενος᾽ ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρα- 
γαγὼν τὰ σύμπαντα, ὁ κτίσας τὸν ἄνθρωπον 
κατ᾽ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ παντί σου χα- 
ρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σο- 
φίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνον- 
τα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ κα- 
ταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους 
δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατε- 
νώπιον τῆς δόξης τοῦ ἁγίου σου Θυσιαστηρίου, 
καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξο- 
λογίαν προσόγειν᾽ αὐτός, Δέσποτα, πρόσδεξαι 








Ἡ Θεία Λειτουργία 





καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρι- 
σάγιον ὕμνον, καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστό- 
τητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἐ- 
κούσιόν τε καὶ ἀκούσιον. ᾿Αγίασον ἡμῶν τὰς φυ- 
χὰς καὶ τὰ σώματα᾽ καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λα- 
τρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, 
πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν 
᾿Αγίων τῶν ἀπ᾽ αἰῶνός σοι εὐαρεστησάντων. 


Καὶ ὅταν ἔλθωσιν εἰς τὸ ὕστερον Τροπάριον, λέγει ὁ Διά- 
κονος πρὸς τὸν Ἱερέα, κλίνων ἅμα τὴν κεφαλήν, κρατῶν καὶ τὸ 
Ὡράριον ἐν τῇ χειρὶ τοῖς τρισὶ δακτύλοις" 


Εὐλόγησον, δέσποτα, τὸν καιρὸν τοῦ Τρισαγίου. 


Καὶ ὁ ᾿Ιερεύς, σφραγίζων αὐτόν, ἐκφωνεῖ" 
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δό- 


ξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ 
᾿Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί. 

Καὶ ἔρχεται ὁ Διάκονος ἐγγὺς τῶν ἁγίων Θυρῶν, καὶ ἐπάγει, 
λέγων πρὸς τοὺς ἐκτὸς μεγαλοφώνως" 

Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὃ Χορός: ᾿Αμήν. Καὶ φάλλεται τὸ Τρισάγιον' 

Ἅγιος ὁ Θεός, “Ἅγιος Ἰσχυρός, Ἅγιος ᾿Αθάνατος, ἐλέησον 
ἡμᾶς. Τρίς. 

Δόξα Πατρί, καὶ ΥἹῷ, καὶ ᾿Αγίῳ Πνεύματι" καὶ νῦν, καὶ ἀεῖ, 
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 


Ἅγιος ᾿Αθάνατος, ἐλέησον ἡμᾶς. 

Καὶ πάλιν" 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, ἽΛγιος ᾿Αθάνατος, ἐλέησον 
ἡμᾶς. 

Ἔν τισιν Ἑορταῖς, ἀντὶ τοῦ Τρισαγίου φάλλεται" 


Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ᾿Αλ- 
ληλούϊα. 











Ἰωάννου τοῦ Χρυσοστόμου 3] 





Τῇ δὲ τρίτῃ Κυριακῇ τῆς ἁγίας καὶ μεγάλης Τεσσαρακοστῆς, 
ἐν τῇ Ἑορτῇ τῆς παγκοσμίου Ὑφώσεως τοῦ τιμίου καὶ ζωοποιοῦ 
Σταυροῦ, φάλλεται" 

Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν 
σου ᾿Ανάστασιν δοξάζομεν. 





Ψαλλομένου δὲ τοῦ Τρισαγίου, λέγουσι καὶ αὐτοί, ὁ τε Ἰε- 
ρεὺς καὶ ὁ Διάκονος, τὸ Τρισάγιον, ποιοῦντες ὁμοῦ καὶ προσκυ- 
νήματα τρία ἔμπροσθεν τῆς ἁγίας Τραπέζης. 


Εἴτα λέγει ὁ Διάκονος πρὸς τὸν Ἱερέα" 
Κέλευσον, δέσποτα. 
Καὶ ἀπέρχονται εἰς τὴν Καθέδραν. Καὶ ὁ Ἱερεὺς λέγει ἀπερ- 
χόμενος" 
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ- 
ρίου. 
Ὃ δὲ Διάκονος" 
Εὐλόγησον, δέσποτα, τὴν ἄνω Καθέδραν. 
Καὶ ὁ Ἱερεύς" 


Εὐλογημένος εἶ ἐπὶ θρόνου δόξης τῆς βασι- 
λείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, πάν- 
τότε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 
νων. ᾿Αμήν. 

Καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ Τρισαγίου, ὁ Διάκονος, ἐλ- 
θὼν ἔμπροσθεν τῶν ἁγίων Θυρῶν, λέγει" 

Πρόσχωμεν. 

Καὶ ὁ ᾿Αναγνώστης ἀπαγγέλλει τοὺς στίχους τοῦ Προκειμέ- 
νου. 


Καὶ ὁ Διάκονος αὖθις" 
Σοφία. 
Καὶ ὁ ᾿Αναγνώστης λέγει τὴν ἐπιγραφὴν τοῦ ᾿Αποστόλου. 












Ἡ Θεία Λειτουργία 





Καὶ αὖθις ὁ Διάμκονος᾽ 
Πρόσχωμεν. 
Καὶ τοῦ ᾿Αποστόλου πληρωθέντος, λέγει ὁ Ἱερεύς" 


Εἰρήνη σοι τῷ ἀναγινώσκοντι. 


Τοῦ δὲ ᾿Αλληλούϊα φαλλομένου μετὰ τῶν στίχων παρὰ τοῦ 
᾿Αναγνώστου, λαβὼν ὁ Διάκονος τὸ Θυμιατήριον καὶ τὸ θυμίαμα, 
πρόσεισι τῷ Ἱερεῖ, καὶ λαβὼν εὐλογίαν παρ᾽ αὐτοῦ, καὶ χαράξας 
σταυρόν, θυμιᾷ τὴν ἁγίαν Τράπεζαν γύρωθεν, καὶ τὸ Ἱερατεῖον 
ὅλον, τὰς Δεσποτικὰς Εἰκόνας, καὶ τὸν Ἱερέα. Καὶ ὁ Ἱερεύς, ἱστά- 
μενὸς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, λέγει τὴν Εὐχὴν ταύτην μυ- 
στιμῶς. 


Εὐχὴ πρὸ τοῦ Εὐαγγελίου. 


Ἔλλαμφψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάν- 
θρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρα- 
τον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον 
ὀφθαλμούς, εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγ- 
μάτων κατανόησιν. Ἔνθες ἡμῖν τὸν τῶν μακα- 
ρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπι- 
θυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν 
μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν 
σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ 
ὁ φωτισμὸς τῶν φυχῶν καὶ τῶν σωμάτων ἡμῶν, 
Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, 
σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναογίῳ καὶ 
ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, 
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 

Ὁ δὲ Διάκονος, τὸ Θυμιατήριον ἀποθέμενος, ἔρχεται πρὸς 

τὸν Ἱερέα" καὶ ὑποκλίναις αὐτῷ τὴν κεφαλήν, λαμβάνει ἐμ τῶν 


χειρῶν τοῦ Ἱερέως τὸ ἱερὸν Εὐαγγέλιον, κρατῶν καὶ τὸ Ὡράριον 
σὺν τῷ ἁγίῳ Εὐαγγελίῳ ἄμροις τοῖς δακτύλοις, καὶ λέγει" 





Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου 


Ἰωάννου τοῦ Χρυσοστόμου 33 


᾿Αποστόλου καὶ Εὐαγγελιστοῦ τοῦδε. (ατθαίου, ἢ 
λάρκου, ἢ Λουκᾶ, ἢ Ἰωάννου. ) 





Ὃ δὲ Ἱερεύς, σφραγίζων αὐτόν, λέγει 

ὋὉ Θεὸς διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου 
᾿Αποστόλου καὶ Εὐαγγελιστοῦ τοῦδε, δῴη σοι 
ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκ- 
πλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ 
αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ. 

Ὃ Διάκονος εἰπὼν τὸ ᾿Αμήν, μαὶ προσμυνήσας τὸ ἅγιον 
Εὐαγγέλιον, αἴρει αὐτό. Καὶ ἐξελθὼν διὰ τῶν ἁγίων Θυρῶν, προ- 


πορευομένων αὐτοῦ λαμπάδων, ἔρχεται, καὶ ἵσταται ἐν τῷ ἄμβω- 
νι ἢ ἐν τῷ τεταγμένῳ τόπῳ. 


Ὁ δὲ Ἱερεὺς Ἰστάμενος ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, καὶ 
βλέπων πρὸς δυσμάς, ἐκφωνεῖ' 


Σοφία᾽ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγ- 
γελίου. Εἰρήνη πᾶσι. 


Ὃ Χορός: Καὶ τῷ πνεύματί σου. 


Καὶ ὁ Διάμονος᾽ 


Ἔκ τοῦ κατὰ τόνδε ( βατθαῖον, ἢ Μάρκον, ἢ 
Λουκᾶν, ἢ Ἰωάννην ) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνω- 
σμα. 

Ὃ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι. 


Ὃ Ἱερεύς" 
Πρόσχωμεν. 


Καὶ πληρωθέντος τοῦ Εὐαγγελίου, λέγει ὁ Χορός" Δόξα σοι, 
Κύριε, δόξα σοι. 


Καὶ ἀπελθὼν ὁ Διάκονος ἕως τῶν ἁγίων Θυρῶν, ἀποδίδωσι 
τὸ ἅγιον Εὐαγγέλιον τῷ Ἱερεῖ. Ὃ δὲ Ἱερεύς, δεχόμενος αὐτό, λέ- 
γει τῷ Διακόνῳ“ 









ἯἩ Θεία Λειτουργία 





Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ. 

Καὶ ἀσπασόμενος τὸ ἅγιον Εὐαγγέλιον, καὶ χαράξας μετ᾽ αὐ- 
τοῦ τύπον σταυροῦ πρὸς τὸν λαόν, ἐπιτίθησιν αὐτὸ ἐπὶ τῆς ἁγίας 
Τραπέζης. 


Καὶ πάλιν κλείονται αἱ ἅγιαι Θύραι. ᾿ 

Ὁ δὲ Διάκονος, στὰς ἐν τῷ συνήθει τόπῳ, λέγει τὴν Ἐκ- 
τενῆ, φαλλόντων τῶν δύο χορῶν ἐναλλὰξ μετὰ πᾶσαν δέησιν τὸ 
Κύριε, ἐλέησον, τρίς. 

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς φυχῆς, καὶ ἐξ ὅλης 
τῆς διανοίας ἡμῶν εἴπωμεν. 

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, 
δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. 

᾿Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, 
δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. 

Εὐχὴ τῆς ἐκτενοῦς ἱκεσίας. Δυστικῶς. 

Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκε- 
σίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων᾽ καὶ ἐλέη- 
σον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ 
τοὺς οἰκτιρμούς σου κατάπεμφον ἐφ᾽ ἡμᾶς, καὶ 
ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ 
παρὰ σοῦ πλούσιον ἔλεος. 

Ἔτι δεόμεθα ὑπὲρ τοῦ μακαριωτάτου Πατριάρ- 
χου, ( ἢ πανιερωτάτου ῥλητροπολίτου, ἢ θεοφιλεστά- 
του ᾿Αρχιεπισκόπου ἢ ᾿ἘἘπισκόπου ) ἡμῶν τοῦ δεῖνος, 
τοῦ τιμίου πρεσβυτερίου. 

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἴε- 
ρέων, ἱερομονάχων, διακόνων, ἱεροδιακόνων καὶ μο- 
ναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. 

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγιείας, 
σωτηρίας, ἐπισκέφεως, συγχωρήσεως καὶ ἀφέσεως 












Ἰωάννου τοῦ Χρυσοστόμου 





ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, τῶν κατοικούντων 
ἐν τῇ πόλει (ἢ χώρᾳ ) ταύτῃ ( ἢ τῶν ἀδελφῶν τῆς 
ἁγίας μονῆς ταύτης ]. 

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων 
κτιτόρων τῆς ἁγίας ἐκκλησίας (ἢ μονῆς ) ταύτης, καὶ 
ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ 
ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ 
ἁπανταχοῦ, ὀρθοδόξων. ἱ 

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ 
καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τού- 
τῷ, κοπιώντων, φαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος 
λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ 
πλούσιον ἔλεος. 

'Ἐκφώνησις' 

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρ- 
χεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, 
καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, 
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ Χορός" ᾿Αμήν. 


Ὁ Διάκονος, τῶν Χορῶν ἐναλλὰξ ἀποκρινομένων τὸ Κύριε, 
ἐλέησον. ῖ 


Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ. 

ΟἹ πιστοί, ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν. 

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ. 

Κατηχήσῃ αὐτοὺς τῷ λόγῳ τῆς ἀληθείας. 

᾿Αποκαλύφῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιο- 
σύνης. 

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καϑολικῇ καὶ ἀπο- 
στολικῇ Ἐκκλησίᾳ. 





Ἢ Θεία Λειτουργία 





Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐ- 
τούς, ὁ Θεός, τῇ σῇ χάριτι. 

Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ 
κλίνατε. 

Ὃ Χορός᾽ ΣοΙ, Κύριε. 

Εὐχὴ Κατηχουμένων, μυστικῶς λεγομένη ὑπὸ τοῦ Ἱερέως, 
πρὸ τοῦ ἁπλῶσαι τὸ Εἰλητόν. 

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑφηλοῖς κατοικῶν 
καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γέ- 
νει τῶν ἀνθρώπων ἐξαποστείλας τὸν μονογε- 
νῆ σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν 
Χριστόν, ἐπίβλεφον ἐπὶ τοὺς δούλους σου τοὺς 
κατηχουμένους, τοὺς ὑποκεκλικότας σοι τὸν 
ἑαυτῶν αὐχένα" καὶ καταξίωσον αὐτοὺς ἐν καὶι- 
ρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς 
ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς 
ἀφθαρσίας" ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ σου καθο- 
λικῇ καὶ ἀποστολικῇ ᾿Εκκλησίᾳ᾽ καὶ συγκαταρίθ- 
μῆσον αὐτοὺς τῇ ἐκλεκτῇ σου ποίμνῃ. 

'Εμφώνησις᾽ 

Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντι- 
μον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρός, 
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ᾿Αγίου Πνεύματος, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὃ Χορός ᾿Αμήν. 

Καὶ ἐξαπλοῖ ὁ Ἱερεὺς τὸ Εἰλητόν. 

Καὶ ὁ Διάκονος" 


“Ὅσοι κατηχούμενοι, προέλθετε. Οἱ κατηχούμε- 
νοι, προέλθετε. Ὅσοι κατηχούμενοι, προέλθετε. Διή 





Ἰωάννου τοῦ Χρυσοστόμου 37 





τις τῶν κατηχουμένων. Ὅσοι πιστοί, ἔτι καὶ ἔτι, ἐν 
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 

Ὃ Χορός: Κύριε, ἐλέησον. 

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡ- 
μᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 

Ὃ Χορός' Κύριε, ἐλέησον. 

Σοφία. 

Εὐχὴ Πιστῶν πρώτη, μυστικῶς λεγομένη ὑπὸ τοῦ "Ιερέως, 
μετὰ τὸ ἐξαπλῶσαι τὸ Εἰλητόν. 

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς τῶν Δυ- 
νάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ 
νῦν τῷ ἁγίῳ σου Θυσιαστηρίῳ, καὶ προσπεσεῖν 
τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρ- 
τημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσ- 
δεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν᾽ ποίησον ἡμᾶς 
ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις, 
καὶ ἱκεσίας, καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παν- 
τὸς τοῦ λαοῦ σου καὶ ἱκάνωσον ἡμᾶς, οὖς ἐ- 
θου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνά- 
μει τοῦ Πνεύματός σου τοῦ ᾿Αγίου, ἀκαταγνώ- 
στωὼς καὶ ἀπροσκόπως, ἐν καθαρῷ τῷ μαρτυ- 
ρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν 
παντὶ καιρῷ καὶ τόπῳ᾽ ἵνα, εἰσακούων ἡμῶν, 
ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότη- 
τος. 

Ἐκφώνησις' 

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσ- 
κύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ Πνεύ- 
ματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 








Ἡ Θεία Λειτουργία 


Ὁ Χορός’ ᾿Αμήν. 

Ὃ Διάμονος' 

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 

Ὃ Χορός: Κύριε, ἐλέησον. 

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον 
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 

Ὃ Χορός' Κύριε, ἐλέησον. 

Σοφία. 

Εὐχὴ Πιστῶν δευτέρα, μυστικῶς λεγομένη ὑπὸ τοῦ Ἱερέως. 

Πάλιν καὶ πολλάκις σοὶ προσπίπτομεν, καὶ 
σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως ἐπι- 
βλέφας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν 
τὰς φυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυ- 
σμοῦ σαρκὸς καὶ πνεύματος᾽ καὶ δῴης ἡμῖν ἀνέ- 
νοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ 
ἁγίου σου Θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, 
καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ 
πίστεως, καὶ συνέσεως πνευματικῆς. Δὸς αὐτοῖς 
πάντοτε μετὰ φόβου καὶ ἀγάπης λατρεύουσί 
σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν 
ἁγίων σου μυστηρίων, καὶ τῆς ἐπουρανίου σου 
βασιλείας ἀξιωθῆναι. 

᾿Ἐκφώνησις" 

Ὅπως ὑπὸ τοῦ κράτους σου πάντοτε φυ- 
λαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πα- 
τρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ Πνεύματι, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὃ Χορός' ᾿Αμήν. 











Ἰωάννου τοῦ Χρυσοστόμου 





Ὁ μὲν Διάμονος εἰσέρχεται εἰς τὸ ἱερὸν Βῆμα διὰ τοῦ νο- 
τίου κλίτους, καὶ ἀνοίγονται αἱ ἅγιαι Θύραι. 

Ὃ δὲ πρῶτος Χορὸς ἄρχεται φάλλειν τὸν Χερουβικὸν Ὕμ- 
νον ἀργῶς καὶ μετὰ μέλους" 

ΟἹ τὰ Χερουβὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ 
Τριάδι τὸν τρισάγιον ὕμνον προσάδοντες, πᾶσαν τὴν βιωτικὴν 
ἀποθώμεθα μέριμναν. 


Τοῦ Χερουβικοῦ Ὕμνου ἀδομένου, λέγει ὁ Ἱερεὺς μυστικῶς 
τὴν Εὐχὴν ταύτην. 


Εὐχὴ τοῦ Χερουβικοῦ Ὕμνου. 

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρ- 
κικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς, προσέρχεσθαι, ἢ 
προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δό- 
ξης᾽ τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ 


αὐταῖς ταῖς ἐπουρανίαις Δυνάμεσιν. ᾿Αλλ᾽ ὅμως, 
διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρω- 
πίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄν- 
θρωπος, καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καὶ 
τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας 
τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης 
τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, 
δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ 
ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σε- 
ραφὶμ Κύριος καὶ βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος 
ἅγιος καὶ ἐν ᾿Αγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυ- 
σωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον᾽ ἐπίβλεψον 
ἐπ᾿ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου᾽ 
καὶ καθάρισόν μου τὴν φυχὴν καὶ τὴν καρδίαν 
ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ 
δυνάμει τοῦ ᾿Αγίου σου Πνεύματος, ἐνδεδυμένον 











40 Ἢ Θεία Λειτουργία 





τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ 
σου ταύτῃ Τραπέζῃ, καὶ ἱερουργῆσαι τὸ ἅγιον 
καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ 
γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα, 
καὶ δέομαί σου μὴ ἀποστρέφῃς τὸ πρόσωπόν 
σου ἀπ᾿ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων 
σου᾽ ἀλλ᾽ ἀξίωσον προσενεχθῆναί σοι ὑπ᾽ ἐμοῦ 
τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶ- 
ρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφε- 
ρόμενος, καὶ προσδεχόμενος καὶ διαδιδόμενος, 
Χριστὲ ὁ Θεὸς ἡμῶν᾽ καὶ σοὶ τὴν δόξαν ἀναπέμ- 
πομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ πανα- 
γίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, 
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 


Τοῦ Χερουβικοῦ ἀδομένου, λαβὼν ὁ Διάκονος τὸν Θυμια- 
τόν, καὶ θυμίαμα βαλών, καὶ χαράξας σταυρόν, πρόσεισι τῶ Ἵε- 
ρεῖ. Καὶ λαβὼν εὐλογίαν παρ᾽ αὐτοῦ, θυμιᾷ τὴν ἁγίαν Τράπεζαν 
γύρωθεν καὶ τὸ Ἱερατεῖον ὅλον, τὸν Ἱερέα, ὕστερον δὲ τὰς Δε- 
σποτικὰς Εἰκόνας, καὶ τὸν λαὸν ἅπαντα. Λέγει δὲ καὶ τὸν πεντη- 
κοστὸν Ψαλμὸν καὶ τροπάρια κατανυμτικμὰ ὅσα καὶ βούλεται. 
Καὶ εἰσελθὼν εἰς τὸ Ἱερόν, ἀποτίθησι τὸ Θυμιατήριον. 

Ἰστάμενος δὲ ὁ Ἱερεὺς μετά τοῦ Διακόνου πρὸ τῆς ἁγίας Τρα- 
πέζης, λέγουσι τὸν Χερουβικμὸν Ὕμνον. 

Ὃ Ἱερεύς: 

Οἱ τὰ Χερουβὶμ μυστικῶς εἰκονίζοντες, καὶ 
τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσ- 
ἄδοντες, πᾶσαν τὴν βιωτικὴν ἀποθώμεθα μέρι- 
μνᾶν. 

Ὃ Διάμονος" 


Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς 
ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. ᾿Αλλη- 
λούϊα, ἀλληλούϊα, ἀλληλούϊα. 





Ἰωάννου τοῦ Χρυσοστόμου 





Εἴτα ἀσπάζονται τὴν ἁγίαν Τράπεζαν" αὖθις δὲ προσκυνήσαν- 
τες, στρέφονται πρὸς τὸν λαὸν καὶ ὑπομλίνουσι τὰς αὐτῶν κεφα- 
λάς, καὶ οὕτως ἀπέρχονται εἰς τὴν Πρόθεσιν, προπορευομένου 
τοῦ διακόνου. Αὐτὸς δὲ θυμιάσας τὰ για, καϑ᾽ ἑαυτὸν εὐχό- 
μενος, τρίς" Ὃ Θεός, ᾿Ιλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με, 
λέγει πρὸς τὸν Ἱερέα' Ἔπαρον, δέσποτα. Καὶ ὁ Ἱερεύς, ἄρας τὸν 
᾿Αέρα, ἐπιτίθησιν ἐπὶ τῶν ὥμων αὐτοῦ, λέγων" 


᾽᾿ΕἘπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ 
εὐλογεῖτε τὸν Κύριον. 


Εἶτα τὸν ἅγιον Δίσκον κεκαλυμμένον λαβών, ἐπιβάλλει τῇ 
τοῦ διακόνου κεφαλῇ, μετά πάσης προσοχῆς μαὶ εὐλαβείας, ἔχον- 
τὸς ἅμα τοῦ Διαμόνου καὶ τὸ Θυμιατήριον ἐνὶ τῶν δακτύλων. Αὐ- 
τὸς δὲ ὁ Ἱερεὺς τὸ ἄγιον Ποτήριον ἀνὰ χεῖρας λαμβάνει. Εἶτα 
ἐξέρχονται διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμ- 
πάδων. Καὶ περιέρχονται τὸν Ναόν, ποιοῦντες τὴν ἡλεγάλην Εἴσο- 
ὅον, καὶ λέγοντες" 


Πάντων ἡμῶν μνησθείη Κύριος ὁ Θεὸς ἐν 
τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν, καὶ ἀεί, καὶ 
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

᾽Ὃ Χορός’ ᾿Αμήν. 

Καὶ συμπληροῖ τὸν Χερουβιμὸν Ὕμνον' 


Ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς 
ἀοράτως δορυφορούμενον τάξεσιν. ᾿Αλληλούϊα, ἀλληλούϊα, ἀλ- 
ληλούϊα. 


Εἰσελθὼν δὲ ὁ Διάκονος ἔνδον τῶν ἁγίων Θυρῶν, ἵσταται 
ἐν τοῖς δεξιοῖς. Καὶ μέλλοντος τοῦ ἹἹερέως εἰσελθεῖν, λέγει πρὸς 
αὐτὸν ὁ Διάκονος" 


βνησθείη Κύριος ὁ Θεὸς τῆς Ἱερωσύνης σου ἐν 
τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς 
αἰῶνας τῶν αἰώνων. 

Καὶ ὁ Ἱερεὺς πρὸς αὐτόν" ᾿ 

Μβνησθείη Κύριος ὁ Θεὸς τῆς Διακονίας 
[ἢ Ἱεροδιακονίας ) σου ἐν τῇ βασιλείᾳ αὐτοῦ, 





Ἡ Θεία Λειτουργία 





πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν 
αἰώνων. 

Καὶ ὁ μὲν Ἱερεὺς ἀποτίθησι τὸ ἅγιον Ποτήριον ἐπὶ τῆς ἁγίας 
Τραπέζης᾽ τὸν δὲ ἅγιον Δίσκον λαβὼν ἀπὸ τῆς τοῦ Διακόνου μκε- 


φαλῆς, ἀποτίθησι καὶ αὐτὸν ἐπὶ τῆς ἀγίας Τραπέζης δεξιόθεν. 
Καὶ πάλιν ἀπομλείονται αἱ ἅγιαι Θύραι καὶ τὸ καταπέτασμα. 


Εἴτα ὁ Ἱερεὺς τὰ μὲν καλύμματα ἄρας ἀπό τε τοῦ ἱεροῦ 
Δίσκου καὶ τοῦ ἁγίου Ποτηρίου, τίθησιν αὐτὰ ἐν ἑνὶ μέρει τῆς ἁγίας 
Τραπέζης᾽ τὸν δὲ ᾿Αέρα ἀπὸ τῶν τοῦ Διακόνου ὥμων λαβών, καὶ 
θυμιάσας, σκεπάζει δι᾿ αὐτοῦ τὰ Ἅγια, λέγων" 

Ὃ εὐσχήμων ᾿Ιωσήῳφ, ἀπὸ τοῦ ξύλου καθε- 
λὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἰ- 
λήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύ- 
σας, ἀπέθετο. 


Καὶ λαβὼν τὸ Θυμιατήριον ἐκ τῶν τοῦ Διακόνου χειρῶν, 
θυμιᾷ τὰ Ἅγια τρίς, λέγων" 


Τότε ἀνοίσουσιν ἐπὶ τὸ Θυσιαστήριόν σου 
μόσχους. Τρίς. 


Καὶ ἀποδοὺς τὸ Θυμιατήριον, καὶ χαλάσας τὸ Φελώνιον, 
κλίνας τε τὴν κεφαλήν, λέγει πρὸς τὸν Διάκονον" 


Μνήσθητί μου, ἀδελφὲ κἀὶ συλλειτουργέ. 

Καὶ ὁ Διάκονος πρὸς αὐτόν" 

Μινησθείη Κύριος ὁ Θεὸς τῆς Ἱερωσύνης σου ἐν 
τῇ βασιλείᾳ αὐτοῦ. 

Καὶ ὁ Ἱερεὺς πρὸς τὸν Διάκονον᾽ 

Εὖξαι ὑπὲρ ἐμοῦ, συλλειτουργέ μου. 

Καὶ ὁ Διάμονος" 


Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις 
Ὑφίστου ἐπισκιάσει σοι. 














Ἰωάννου τοῦ Χρυσοστόμου 43 





Καὶ ὁ Ἱερεύς" 

Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πά- 
σας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. 

Εἴτα ὁ Διάκονος, ὑποκλίνας καὶ αὐτὸς τὴν κεφαλήν, κρατῶν 


ἅμα καὶ τὸ Ὡράριον τοῖς τρισὶ δακτύλοις τῆς δεξιᾶς, λέγει πρὸς 
τὸν Ἱερέα" 


Νβνήσθητί μου, δέσποτα ἅγιε. 

Καὶ ὁ Ἱερεύς" 

Μινησθείη σου Κύριος ὁ Θεὸς ἐν τῇ βασι- 
λείᾳ αὐτοῦ, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς 
αἰῶνας τῶν αἰώνων. 

Καὶ ἐπειπὼν ὁ Διάκονος τὸ ᾿Αμήν, καὶ ἀσπασάμενος τὴν 
τοῦ Ἱερέως δεξιάν, ἐξέρχεται" καὶ στὰς ἐν τῷ συνήθει τόπῳ, λέ- 
γει" 

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. 

ΟἹ Χοροὶ ἐναλλάξ Κύριε, ἐλέησον. 

Ὑπὲρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυ- 
ρίου δεηθῶμεν. 

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πί- 
στεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐ- 
τῷ, τοῦ Κυρίου δεηθῶμεν. 

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίφεως, 
ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. 

Εὐχὴ τῆς Προσκομιδῆς, ὑπὸ τοῦ Ἰερέως λεγομένπ μυστι- 
κῶς, μετὰ τὴν ἐπὶ τῆς ἁγίας Τραπέζης τῶν θείων δώρων ἀπόθεσιν. 

Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅ- 
γιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν 
ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι 
καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν, καὶ προσ- 
ἄγαγε τῷ ἁγίῳ σου Θυσιαστηρίῳ᾽ καὶ ἱκάνω- 

















ἡ 
ἡ 


| 
᾿ 
] 





Ἢ Θεία Λειτουργία 





σον ἡμᾶς προσενεγκεῖν σοι δῶρά τε καὶ θυσίας 
πνευματικάς, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων 
καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον 
ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι 
σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκη- 
νῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθὸν 
ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα, 
καὶ ἐπὶ πάντα τὸν λαόν σου. 

᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον 
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 

Ὁ Χορός" Κύριε, ἐλέησον. 

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ 
ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 

ΟἹ Χοροὶ ἐναλλάξ Παράσχου Κύριε. 

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν 
φυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτη- 
σώμεθα. 

Συγγνώμην, καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν 
πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 

Τὰ καλὰ καὶ συμφέροντα ταῖς φυχαῖς ἡμῶν, καὶ 
εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ 
καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυναι, ἀνε- 
παίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ 
φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. 

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐν- 
δόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου 
ἰλαρίας, μετὰ πάντων τῶν ᾿Αγίων μνημονεύσαντες, ἑαυ- 











᾿Ιωάννου τοῦ Χρυσοστόμου 





τούς, καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ 
τῷ Θεῷ παραθώμεθα. 

Ὁ Χορός Σοι, Κύριε. 

᾿Εκφώνησις" 

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου 
Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ 
ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, 
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ Χορός" ᾿Αμήν. 

Ὃ Ἱερεύς" 

Εἰρήνη πᾶσι. 

Ὃ Χορός" Καὶ τῷ πνεύματί σου. 

Ὁ Διάκονος" 

᾿Αγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολο- 

γήσωμεν. 


Ὁ Χορός" Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοού- 
σιον καὶ ἀχώριστον. 


ὋὉ “Ἱερεὺς προσμυνεῖ τρίς, λέγων μυστικῶς" 


᾿Αγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου Κύριος 
στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης 
μου. 


Καὶ ἀσπάζεται τὰ Ἅγια οὕτως, ὥς εἰσι κεκαλυμμένα, πρῶ- 
τον μὲν τὸν ἅγιον Δίσμον, εἶτα δὲ τὸ ἅγιον Ποτήριον καὶ τὴν ἀ- 
γίαν Τράπεζαν ἔμπροσθεν αὐτοῦ. Ὁμοίως δὲ καὶ ὁ ἀιάκονος συμ- 
προσκυνεῖ, ἐν ᾧ ἵσταται τόπῳ, καὶ ἀσπάζεται τὸ Ὥράριον αὐὖ- 
τοῦ, ἔνϑα ἐστὶ σταυροῦ τύπος, καὶ οὕτως ἐκφωνεῖ" 


Τὰς θύρας, τὰἀς θύρας" ἐν σοφίᾳ πρόσχωμεν. 

Καὶ ἀνοίγεται τὸ καταπέτασμα. 

Ὁ δὲ Ἱερεύς, ἄρας τὸν ᾿ΑἈέρα ἐπάνω τῶν Δώρων, κινεῖ αὐ- 
τὸν ἀνοικτόν. Ἢ 








Ἦ Θεία Λειτουργία 





Ὁ λαός, ἤ, εἰ ἔθος, ὁ Προεστὼς᾽" 

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκρά- 
τορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάν- 
τῶν καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον, Ἰησοῦν 
Χριστόν, τὸν ΥἹὸν τοῦ Θεοῦ τὸν Μιονογενῆ, τὸν 
ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν 
αἰώνων. Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ 
ἀληθινοῦ, γεννηθέντα,οὐ ποιηθέντα, ὁμοούσιον 
τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾽ ἡμᾶς 
τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτη- 
ρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκω- 
θέντα ἐκ Πνεύματος ᾿Αγίου καὶ Μαρίας τῆς 
Παρθένου, καὶ ἐνανθρωπήσαντα. Σταυρωθέν- 
τα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ πα- 
θόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ 
ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς 
τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν 
τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης, 
κρῖναι ζῶντας καὶ νεκρούς᾽ οὗ τῆς βασιλείας 
οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, 
τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκ- 
πορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσ- 
κυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν 
διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν 
καὶ ἀποστολικὴν ᾿Εκκλησίαν. ᾿Ομολογῶ ἕν Βάπ- 
τισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνά- 
στασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶ- 














᾿Ιωάννου τοῦ Χρυσοστόμου 


Ὁ Διάκονος" 
Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου’ πρόσχωμεν, 
τὴν ἁγίαν ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν. 
Ὃ Χορός' Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως. 


Ὃ Διάκονος προσμυνήσας, εἰσέρχεται εἰς τὸ ἅγιον Βῆμα, 
διὰ τοῦ νοτίου κλίτους. 


Ὃ δὲ Ἱερεύς, ἐπάρας τὸν ᾿Αέρα ἀπὸ τῶν ἁγίων, ἀποτίθη- 
σιν αὐτὸν ἐν ἐνὶ τόπῳ. Εἶτα στραφεὶς πρὸς τὸν λαόν, ἐκφωνεῖ᾽ 

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, 
καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινω- 
νία τοῦ ᾿Αγίου Πνεύματος, εἴη μετὰ πάντων ὑ- 
μῶν [καὶ εὐλογεῖ τὸν λαόν]. 

Ὁ Χορός" Καὶ μετὰ τοῦ πνεύματός σου. 

Ὁ Ἱερεύς, ὑφῶν ἀμφοτέρας τὰς χεῖρας" 

Ἄνω σχῶμεν τὰς καρδίας. 

Ὃ Χορός Ἔχομεν πρὸς τὸν Κύριον. 

Ὃ Ἱερεύς, στραφεὶς πρὸς ἀνατολάς" 

Εὐχαριστήσωμεν τῷ Κυρίῳ. 

Ὃ Χορός" "Ἄξιον καὶ δίκαιόν ἐστιν προσκυνεῖν Πατέρα, 
Υιὸν καὶ Λγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον. 


Και, τοῦ Διακόνου ῥιπίζοντος τὰ Ἅγια εὐλαβῶς, ἐπεύχεται 
ὁ Ἱερεὺς μυστικῶς. 


"Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ 
αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ 
τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ ὁ Θεὸς ἀν- 
ἐκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπ- 
τος, ἀεὶ ὦν, ὡσαύτως ὦν, σύ, καὶ ὁ μονογενής 
σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ 
μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες καὶ παρα- 











ἰ Ἢ Θεία Λειτουργία 

πεσόντας ἀνέστησας πάλιν᾽ καὶ οὐκ ἀπέστης 

πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγα- 
᾿ γες, καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλου- 
Ἰ σαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, ᾿ 
᾿ καὶ τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ Πνεύματί σου ᾿ 
] τῷ ᾿Αγίῳ, ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσ- 
, μεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν 
᾿ 
] 


εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ 

ὑπὲρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν 
ἡμῶν δέξασθαι κατηξίωσας, καίτοι σοι παρε- 
᾿ στήκασι χιλιάδες ᾿Αρχαγγέλων καὶ μυριάδες ᾿Αγ- 
γέλων, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ἑξαπτέρυ- 
γα, πολυόμματα, μετάρσια, πτερωτά, 


ἢ Ἐκφώνως: 


Τὸν ἐπινίκιον ὕμνον ἄδοντα, βοῶντα, κε- 
κραγότα, καὶ λέγοντα᾽ 
Ἐνταῦθα λαβὼν ὁ Διάμονος τὸν ᾿Αστερίσμον ἐκ τοῦ ἁγίου 


Δίσκου, ποιεῖ σταυροῦ τύπον ἐπάνω αὐτοῦ’ καὶ ἀσπασάμενος αὐὖ- ; 
τόν, ἀποτίθησιν ἐν μέρει τινί. ἢ 


Ϊ 

ἷ 

ἡ 

] 

ἱ ᾿ 
Ἷ Ὃ Χορός’ “Ἅγιος, “Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ’ πλήρης ἢ 
Ι ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. ὥσαννά ἐν τοῖς ὑφίστοις. 
᾿ Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ᾿Ὥ σαννὰ ἐν τοῖς 
Ἰ ὑφίστοις. 


Ὁ δὲ Ἱερεὺς ἐπεύχεται μυστικῶς. 


᾿ Μλετὰ τούτων, καὶ ἡμεῖς τῶν μακαρίων Δυ- 
] νάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγο- 
' μεν Ἅγιος εἶ, καὶ πανάγιος, σύ, καὶ ὁ μονογενής 
“σου Υἱός, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ, 
καὶ πανάγιος, καὶ μεγαλοπρεπὴς ἡ δόξα σου᾽ 
᾿ ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν 














Ἰωάννου τοῦ Χρυσοστόμου 


Υιόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πι- 
στεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν 
αἰώνιον. Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἱ- 
κονομίαν πληρώσας, τῇ νυκτὶ ἢ παρεδίδοτο, 
μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσ- 
μου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὑτοῦ 
καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαρι- 
στήσας, καὶ εὐλογήσας ( καὶ εὐλογεῖ), ἁγιάσας, 
κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ 
ἀποστόλοις, εἰπών᾽ 


Τότε κλίνων ὁ Ἱερεὺς τὴν κεφαλήν, καὶ αἵρων τὴν δεξιὰν 
αὐτοῦ μετ᾽ εὐλαβείας, λέγει ἐκφώνως, τοῦ Διακόνου δεικνύοντος 
αὐτῷ τὸν ἅγιον Δίσκον, κρατοῦντος καὶ τὸ Ὥράριον τοῖς τρισὶ 
δακτύλοις τῆς δεξιᾶς" 

Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ Σῶμα, 
τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 

Ὃ Χορός! ᾿Αμήν. 

Εἶτα, σφραγίζει ὁ Ἱερεὺς τὸ ἅγιον Ποτήριον, λέγων μυστικῶς" 

Ὁμοίως καὶ τὸ Ποτήριον μετὰ τὸ δειπνῆ- 
σαι, λέγων" 

Καὶ κλίνων τὴν κεφαλήν, καὶ τὴν χεῖρα ἔχων ἄνωθεν μετ᾽ εὐ- 
λαβείας, λέγει ἐκφώνως, τοῦ Διακόνου δεικνύοντος αὐτῷ τὸ ἄ- 


γιον Ποτήριον, κρατοῦντος, καὶ τὸ ᾿Ὡράριον τοῖς τρισὶ δαμτύ- 
λοις τῆς δεξιᾶς 


Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, 
τὸ τῆς καινῆς Διαθήκης, 
τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον 
εἰς ἄφεσιν ἁμαρτιῶν. 
Ὃ Χορός’ ᾿Αμήν. 





Ἢ Θεία Λειτουργία 





Καὶ ἐπεύχεται ὁ Ἱερεὺς μυστικῶς. 

λεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης 
ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημέ- 
νων᾽ τοῦ Σταυροῦ, τοῦ Τάφου, τῆς τριημέρου 
᾿Αναστάσεως, τῆς εἰς οὐρανοὺς ᾿Αναβάσεως, 
τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐν- 
δόξου πάλιν παρουσίας. 


᾿Ἐκφώνως" 


ῖ Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν, κατὰ 
πάντα, καὶ διὰ πάντα. 


Ὃ Χορός Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦ- 
μεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν. 

Ὃ δὲ Ἱερεὺς ἐπεύχεται μυστικῶς, 

Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην 
καὶ ἀναίμακτον λατρείαν᾽ καὶ παρακαλοῦμεν, 
καὶ δεόμεθα, καὶ ἱκετεύομεν᾽ κατάπεμφον τὸ 
Πνεῦμά σου τὸ Ἅγιον ἐφ᾽ ἡμᾶς, καὶ ἐπὶ τὰ προ- 
κείμενα Δῶρα ταῦτα. 

Καὶ ὁ Διάκονος ἀποτίθησι τὸ 'Ριπίδιον καὶ ἔρχεται ἐγγύ- 
τερον τῷ Ἵερεῖ" καὶ προσμυνοῦσιν ἀμφότεροι τρὶς ἔμπροσθεν τῆς 
ἁγίας Τραπέζης. 


Εἶτα τὴν κεφαλὴν ὑποκλίνας ὁ Διάκονος, καὶ δεικνύων σὺν 
τῷ Ὡραρίῳ τὸν ἅγιον Ἄρτον, λέγει μυστικῶς" 


Εὐλόγησον, δέσποτα, τὸν ἅγιον "Ἄρτον. 


Καὶ ὁ Ἱερεὺς ἀνιστάμενος, σφραγίζει τὸν ἅγιον “Ἄρτον, λέ- 
γων, 


Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον, τίμιον 
Σῶμα τοῦ Χριστοῦ σου. 
Ὁ Διάκονος’ 


































Ἰωάννου τοῦ Χρυσοστόμου 5] 





Καὶ αὖθις ὁ αὐτός, δεικνύων σὺν τῷ Ὡραρίῳ τὸ ἅγιον Πο- 
τήριον" 


Εὐλόγησον, δέσποτα, τὸ ἅγιον Ποτήριον. 
, Καὶ ὁ Ἱερεὺς εὐλογῶν λέγει" 
Τὸ δὲ ἐν τῷ Ποτηρίῳ τούτῳ, εἰμιπο Αἷμα 
τοῦ Χριστοῦ σου. 
Ὁ Ὁ Διάκονος" 
᾿Αμήν. 


Καὶ αὖθις ὁ Διάκονος, δεικνύων μετὰ τοῦ Ὡραρίου ἀμφό- 
τερα τὰ Ἅγια, λέγει" 


Εὐλόγησον, δέσποτα,, τὰ ἀμφότερα. 
Ὃ δὲ Ἱερεύς, εὐλογῶν ἀμφότερα τὰ Ἅγια, λέγει" 
Μεταβαλὼν τῷ Πνεύμάτί σου τῷ ᾿Αγίῳ. 





ἷ 
ὋὉ Διάκονος! 
᾿Αμήν, ἀμήν, ἀμήν. 

Καὶ τὴν κεφαλὴν ὑποκλίνας τῷ Ἱερεῖ, καὶ εἰπὼν τὸ Μνήσ- 
θητί μου, ἅγιε δέσποτα, τοῦ ἁμαρτωλοῦ, ἵσταται ἐν ᾧ πρότερον 
ἵστατο τόπῳ, καὶ λαβὼν τὸ ᾿Ριπίδιον, ῥιπίζει τὰ Ἅγια, ὡς καὶ 
τὸ πρότερον. 

Ὁ δὲ Ἱερεὺς ἐπεύχεται μυστικῶς. 

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς 
νῆφιν φυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινω- 
νίαν τοῦ ᾿Αγίου σου Πνεύματος, εἰς βασιλείας ] 
οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, 
μὴ εἰς κρίμα ἢ εἰς κατάκριμα. ᾿ 

Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην ] 
λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων 
Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφη- 
τῶν, ᾿Αποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, 














52 Ἢ Θεῖα Λειτουργία 


Μαρτύρων, ᾿Ομολογητῶν, ᾿Εγκρατευτῶν, καὶ 
παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειω- 
μένου. 

Καὶ λαβὼν τὸν θυμιατόν, θυμιᾷ τρὶς ἐνώπιον τῆς ᾿Αγίας 
Τραπέζης, λέγων ἐκφώνως" 

᾿Εξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερ- 
ευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν, Θεο- 
τόκου καὶ ἀειπαρθένου Μαρίας. 


Καὶ ἐπιδίδωσι τὸ θυμιατήριον τῷ Διακόνῳ, ὅστις θυμιᾷ τὴν 
ἁγίαν Τράπεζαν γύρωθεν, καὶ μνημονεύει ὧν βούλεται ζώντων καὶ 
τεθνεώτων. 


Ὃ Χορός" "Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεο- 
τόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ 
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως 
τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαιν, τὴν ὄντως 
Θεοτόμον, σὲ μεγαλύνομεν. 


Ἐν ταῖς Δεσποτικαῖς ἢ Θεομητορικαῖς Ἑορταῖς μαὶ ἐν ταῖς 
᾿Αποδόσεσι αὐτῶν ψάλλεται ὁ Εἰρμὸς τῆς ἐννάτης ᾿Ωδῆς αὐτῶν. 


Ὃ δὲ Ἱερεὺς ἐπεύχεται μυστικῶς, 

Τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου, προδρό- 
μου καὶ Βαπτιστοῦ, τῶν ἁγίων, ἐνδόξων καὶ πα- 
νευφήμων ᾿Αποστόλων, τοῦ ἁγίου τοῦ δεῖνος 
οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν 
᾿Αγίων σου, ὧν ταῖς ἱκεσίαις ἐπίσκεφαι ἡμᾶς ὁ 
Θεός. 


Καὶ μνήσθητι πάντων τῶν προκεκοιμημέ- 
νων ἐπ᾽ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. 


Ἐνταῦθα μνημονεύει ὁ Ἱερεὺς ὧν θέλει τεθνεώτων. 


Καὶ ἀνάπαυσον αὐτούς, ὅπου ἐπισκοπεῖ τὸ 
φῶς τοῦ προσώπου σου. 




































Ἰωάννου τοῦ Χρυσοστόμου Β5 






Ἔτι παρακαλοῦμέν σε᾽ μνήσθητι, Κύριε, πά- 
σῆς ᾿Επισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούν- 
τῶν τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ 
Πρεσβυτερίου, τῆς ἐν Κυρίῳ διακονίας, καὶ παν- 
τὸς ἱερατικοῦ τάγματος. 








Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην 
λατρείαν ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς ἁγίας, 
καθολικῆς καὶ ἀποστολικῆς ᾿Εκκλησίας, ὑπὲρ 
τῶν ἐν ἁγνείᾳᾳς καὶ σεμνῇ πολιτείᾳ. διαγόντων, 
ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν 
βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρα- 
τοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν 
τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς ἐν τῇ γαλήνῃ αὐτῶν 
ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσε- 
βείᾳ καὶ σεμνότητι. 













᾿Ἐκφώνως" 
Ἔν πρώτοις μνήσθητι, Κύριε, τοῦ παναγιω- Ὁ 
τάτου Πατρὸς ἡμῶν τοῦ δεῖνος Πάπα Ῥώμης, ᾿ 






καὶ τοῦ μακαριωτάτου Πατριάρχου ἡμῶν τοῦ 
δεῖνος [πανιερωτάτου ΜΜιητροπολίτου, ἢ θεοφι- 
λεστάτου ᾿Αρχιεπισκόπου ἢ Ἐπισκόπου ἡμῶν 
τοῦ δεῖνος , οὖς χάρισαι ταῖς ἁγίαις σου ἐκ- β 

ἢ 








κλησίαις, ἐν εἰρήνῃ, σώους, ἐντίμους, ὑγιεῖς, 
μακροημερεύοντας, καὶ ὀρθοτομοῦντας τὸν 
λόγον τῆς σῆς ἀληθείας. 








Καὶ ὁ Διάκονος, πρὸς τῇ Θύρᾳ στάς, μνημονεύει τῶν ζῶών- 
των" εἶτα δὲ ἐκφωνεῖ" 







Καὶ ὑπὲρ τοῦ προσκομίζοντος τὰ ἅγια Δῶρα 
ταῦτα, εὐλαβεστάτου Ἱερέως τοῦ δεῖνος. Ὑπὲρ σω- 


















Ἦ Θεία Λειτουργία 





τηρίας τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων βασιλέων 
ἡμῶν, σωτηρίας τε καὶ βοηθείας τοῦ περιεστῶτος λαοῦ, 
καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ 
πασῶν. 


Ὁ Χορός" Καὶ πάντων καὶ πασῶν. 

Ὁ δὲ Ἱερεὺς ἐπεύχεται μυστικῶς’ 

Μνήσθητι, Κύριε, τῆς πόλεως (ἢ χώρας ἢ 
μονῆς ) ἐν ἧ παροικοῦμεν, καὶ πάσης πόλεως 
καὶ χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐτοῖς. 
Νινήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νο- 
σούντων, καμνόντων, αἰχμαλώτων, καὶ τῆς σω- 
τηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφο- 
ρούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις 
σου ἐκκλησίαις, καὶ μεμνημένων τῶν πενήτων᾽ 
καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον. 

Ἐκφωώνως: 

Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ 
δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλο- 
πρεπὲς ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, 
καὶ τοῦ ᾿Αγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς 
τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὁ Χορός: ᾿Αμήν. 

Καὶ στραφεὶς πρὸς τὸν λαόν, καὶ εὐλογῶν αὐτόν, λέγει ἐκ- 
φώνως" 

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ 
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων 
ὑμῶν. 

Ὁ Χορός Καὶ μετὰ τοῦ πνεύμοτός σου. 











Ἰωάννου τοῦ Χρυσοστόμου 53 























Ὁ Διάκονος, λαβὼν καιρὸν παρὰ τοῦ Ἱερέως καὶ ἐξελθών, 
καὶ στὰς ἐν τῷ συνήθει τόπῳ, λέγει" 


Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι 
ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. 

ΟἹ Χοροὶ ἐναλλάξ Κύριε, ἐλέησον. 

Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων 
τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν. 

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδε- 
ξάμενος αὐτὰ εἷς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοε- 
ρὸν αὑτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευμα- 
τικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν 
δωρεὰν τοῦ ᾿Αγίου Πνεύματος, δεηθῶμεν. 

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίφεως, 
ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. 
Ὃ Ἱερεὺς ἐπεύχεται μυστιμῶς᾽' ᾿ 

Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπα- 
σαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε᾽ καὶ 
παρακαλοῦμεν, καὶ δεόμεθα, καὶ ἱκετεύομεν᾽ Κα- 
ταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων 
σου, καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς 
καὶ πνευματικῆς Τραπέζης, μετὰ καθαροῦ συν- 
εἰδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν 


νίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς 
παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κα- 
τάμριμα. 


Ὁ Διάκονος" 


᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον 
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 
Ὁ Χορός! Κύριε, ἐλέησον. 


πλημμελημάτων, εἰς Πνεύματος ᾿Αγίου κοινω- 













































Ἢ Θεία Λειτουργία 


᾿ 
Ι Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ 
: ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 

ΟἹ Χοροὶ ἐναλλάξ Παράσχου, Κύριε. 

᾿ ἴγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν 
ἰ φυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἱ- 
τησώμεθα. 

ἶ Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν 
πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 
ἰ Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ 
ἱ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. 

; Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρή- 
᾿ς νῃ καὶ μετανοίᾳ. ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώ- 
Ἷ μεθα. 

ἶ Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, 
ἰ ἀνεπαΐσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ 
ἑ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. 

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ 
᾿Αγίου Πνεύματος αἰτησάμενοι, ἑαυτούς, καὶ ἀλλή- 
λους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ πα- 
ραθώμεθα. : 

ὋὉ Χορός: Σοὶ, Κύριε. 

Ὃ Ἱερεὺς ἐκφώνως᾽ 

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤ- 
ῥησίας ἀκατακρίτως τολμᾷν ἐπικαλεῖσθαί σε 
τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν" 

Ὃ λαός, ἢ εἰ ἔθος, ὁ Προεστώς' 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ 
ὄνομά σου" ἐλθέτω ἡ βασιλεία σου" γενηθήτω τὸ θέλη- 
μά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον 
ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν 









᾿Ιωάννου τοῦ Χρυσοστόμου 57 








Ι 

β τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει- 
, λέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, 
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 







ὋὉ Ἱερεὺς ἐκφώνως" 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, 
καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ 
᾿Αγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶ- 
νας τῶν αἰώνων. 

Ὃ Χορός" ᾿Αμήν, 







Ὃ Ἱερεύς" 
Εἰρήνη πᾶσι. 





Ὁ Χορός' Καὶ τῷ πνεύματί σου. 






Ὁ Διάκονος" 






Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε. 
Ὁ Χορός" Σοί, Κύριε. 







Καὶ ἐπεύχεται ὁ Ἱερεὺς μυστικῶς" 





Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῇ 
ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας, 
καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς 
τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα. Αὐτός, Δέ- 
σποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικό- 
τας σοι τὰς ἑαυτῶν κεφαλάς" οὐ γὰρ ἔκλιναν 
σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῷ φοβερῷ Θεῷ. Σὺ 
οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγα- 
θὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν᾽ 
τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι 
συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς 
τῶν φυχῶν καὶ τῶν σωμάτων ἡμῶν. 

















Ἢ Θεία Λειτουργία 





Ἐκῳώνως" 


Χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ 
μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, σὺν 
τῷ πανογίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύ- 
ματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 
νων. 

Ὃ Χρρός" ᾿Αμήν. 

Καὶ ἐπεύχεται ὁ Ἱερεὺς μυστικῶς᾽ 

Πρόσχες, Κύριε Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, 
ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου 
δόξης τῆς βασιλείας σου᾽ καὶ ἐλθὲ εἰς τὸ ἁγιά- 
σαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ 
ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ 
κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράν- 
του Σώματός σου, καὶ τιμίου Αἵματος, καὶ δι᾽ ἡ- 
μῶν παντὶ τῷ λαῷ. 

Εἶτα προσκυνεῖ ὁ Ἱερεύς, ὁμοίως καὶ ὁ Διάκονος ἐν ᾧ ἐστι 
τόπῳ, λέγοντες μυστικῶς τρίς" 

ῃ Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέη- 
σόν με. 


Ἐν τούτῳ δέ, ζώννυται ὁ Διάκονος τὸ ᾿Ὡράριον αὐτοῦ 
σταυροειδῶς. 


“Ὅταν δὲ ἴδῃ τὸν Ἱερέα ἐκτείνοντα τὰς χεῖρας, καὶ ἀπτόμε- 
νὸν τοῦ ἁγίου “Ἄρτου, πρὸς τὸ ποιῆσαι τὴν ἁγίαν Ὕφωσιν, ἐκφω- 
νεῖ" 


Πρόσχωμεν. 
Καὶ ὁ Ἱερεύς, ὑψῶν τὸν ἅγιον Ἄρτον, ἐκφωνεῖ" 


Τὰ Ἅγια τοῖς ᾿Αγίοις. 


Ὃ Χορός! Εἴς “Ἅγιος, εἷς Κύριος, Ἰπσοῦς Χριστός, εἰς δό- 
ἔαν Θεοῦ Πατρός. ᾿Αμήν. 








Ἰωάννου τοῦ Χρυσοστόμου 59 





Καὶ φάλλεται τὸ Κοινωνικὸν τῆς ἡμέρας, ἢ τῆς Ἑορτῆς 
Καὶ ἀνακλείεται τὸ καταπέτασμα. 


Εἶτα εἰσέρχεται ὁ Διάκονος εἰς τὰ ἅγιον βῆμα διὰ τοῦ νο- 
τίου κλίτους, καὶ στὰς ἐκ δεξιῶν τοῦ Ἱερέως κρατοῦντος τὸν ἅ- 
γιον Ἄρτον, λέγει" 


Μέλισον, δέσποτα, τὸν ἅγιον [Ἄρτον. 


Ὁ δὲ Ἱερεύς, μελίζων αὐτὸν εἰς τέσσαρας μερίδας, μετὰ 
προσοχῆς καὶ εὐλαβείας, λέγει" 


Μλελίζεται καὶ διαμερίζεται ὁ ᾿Αμνὸς τοῦ 
Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ 
πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμε- 
νος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζει. 


Καὶ τίθησιν αὐτὰς ἐν τῷ ἁγίῳ Δίσκῳ σταυροειδῶς, οὔτως 


ΙΣ 
ΝΙ ΚΑ 
ΧΣ 


Καὶ ὁ Διάκονος, δεικνύων σὺν τῷ Ὡραρίῳ τὸ ἅγιον Ποτή- 
ριον, λέγει" 


Πλήρωσον, δέσποτα, τὸ ἅγιον Ποτήριον. 

Ὁ δὲ Ἱερεύς, λαβὼν τὴν ἄνω κειμένην μερίδα, ποιεῖ σὺν 
αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου, λέγων" 

Πλήρωμα πίστεως Πνεύματος ᾿Αγίου. 


Καὶ οὕτως ἐμβάλλει αὐτὴν εἰς τὸ ἅγιον Ποτήριον. 


Ὃ Διάκονος" 








Ἡ Θεία Λειτουργία 


Καὶ δεχόμενος τὸ Ζέον, λέγει πρὸς τὸν Ἱερέα' 


Εὐλόγησον, δέσποτα, τὸ Ζέον. 

Ὁ δὲ Ἱερεὺς εὐλογεῖ, Ἀέγων᾽ 

Εὐλογημένη ἡ ζέσις τῶν ᾿Αγίων σου, πάντο- 
τε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
᾿Αμήν. 

Καὶ ὁ Διάκονος ἐμχέει τοῦ Ζέοντος τὸ ἁρκοῦν σταυροει- 
δῶς ἔνδον τοῦ ἁγίου Ποτηρίου, λέγων᾽ 

Ζέσις πίστεως, πλήρης Πνεύματος ᾿Αγίου. 

Καὶ ἀποθέμενος τὸ Ζέον, ἵσταται μικρὸν ἄποθεν. 

Ὃ δὲ Ἱερεύς, κλίνας κάτω τὴν κεφαλήν, προσεύχεται λέγων" 

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ὁ Χρι- 
στός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς 
τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰ- 
μι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ 
ἄχραντον Σῶμά σου, καὶ τοῦτο αὐτό ἐστι τὸ τί- 
μιον Αἷμά σου. Δέομαι οὖν σοῦ᾽ ἐλέησόν με, καὶ 
συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκού- 
σια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ 
ἐν γνώσει καὶ ἀγνοίᾳ καὶ ἀξίωσόν με ἀκατακρί- 
τὼς μετασχεῖν τῶν ἀχράντων σου Μιυστηρίων, 
εἷς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 


Εἶτα’ 


Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, 
Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε᾽ οὐ μὴ γὰρ 
τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω᾽ οὐ φίλημά 
σοι δώσω καθάπερ ὁ Ἰούδας" ἀλλ᾽ ὡς ὁ λῃστὴς 
ὁμολογῶ σοι μνήσθητί μου, Κύριε, ἐν τῇ βασι: 





Ἰωάννου τοῦ Χρυσοστόμου 





Καί, εἰ βούλεται; 

Κύριε, οὐκ εἰμὶ ἄξιος, ἵνα ὑπὸ τὴν ῥυπαρὰν 
στέγην τῆς φυχῆς μου εἰσέλθῃς᾽ ἀλλ᾽ ὡς κατε- 
δέξω ἐν σπηλαίῳ καὶ φάτνῃ ἀλόγων ἀνακλιθῆ- 
ναι, καὶ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, καὶ τὴν 
ὁμοίαν μου πόρνην τὴν ἁμαρτωλὸν προσερχο- 
μένην σοι καταδεξάμενος, αὐτὸς καταξίωσον 
καὶ ἐν τῇ φάτνῃ τῆς ἀλόγου μου φυχῆς, καὶ ἐν 
τῷ ἐσπιλωμένῳ μου σώματι εἰσελθεῖν τοῦ νεκροῦ 
καὶ λεπροῦ" καὶ ὡς οὐκ ἐβδελύξω τὸ στόμα τὸ 
ῥυπαρὸν τῆς πόρνης καταφιλούσης τοὺς ἀχράν- 
τους σου πόδας, οὕτω, Δέσποτα Θεέ μου, μὴ 
βδελύξῃ καὶ ἐμὲ τὸν ἁμαρτωλόν᾽ ἀλλ᾽ ὡς ἀγα- 
θὸς καὶ φιλάνθρωπος, ἀξίωσόν με κοινωνὸν γε- 
νέσθαι τοῦ παναγίου Σώματος καὶ Αἵματός σου. 

Ὃ Θεὸς ἡμῶν, ἄνες, ἄφες, συγχώρησόν μοι 
τὰ παραπτώματά μου, ὅσα σοι ἥμαρτον, εἴτε ἐν 
ἡ, γνώσεει,, εἶτε ἐν ἀγνοίᾳ, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ 
": ἔπραξα" πάντα μοι συγχώρησον, ὡς ἀγαθὸς καὶ 
᾿ φιλάνθρωπος" ταῖς πρεσβείαις τῆς παναχράν- 
του σου καὶ ἀειπαρθένου Μητρός, ἀκατακρίτως 
ἀξίωσόν με δέξασθαι τὸ τίμιον καὶ ἄχραντον 
Σῶμά σου, εἰς ἴασιν φυχῆς καὶ σώματος. Ὅτι 
σοῦ ἐστιν ἣ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, 
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 

Καὶ τελευταῖον τὸ 

ἡλή μοὶ εἰς κρῖμα ἢ εἰς κατάκριμα γένοιτο 
ἡ μετάληφις τῶν ἁγίων σου μυστηρίων, Κύριε, 
ἀλλ᾽ εἰς ἴασιν φυχῆς καὶ σώματος. 





Ἢ Θεία Λειτουργία 





Εἶτα λαβὼν μίαν μερίδα τοῦ ἁγίου “Ἄρτου, λέγει" 


Μεταδίδοταί μοι τῷ δεῖνι Ἱερεῖ τὸ τίμιον 
καὶ ἅγιον Σῶμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σω- 
τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου 
ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 


Καὶ οὕτω μεταλαμβάνει τοῦ ἁγίου “Ἄρτου μετὰ φόβου καὶ 
πάσης ἀσφαλείας, Εἶτα λέγει" 


Διάκονε, πρόσελθε. 


Καὶ προσελθὼν ὁ Διάκονος, ποιεῖ μετάνοιαν εὐλαβῶς, αἱ- 
τῶν συγχώρησιν, καὶ λέγων' 


Μετάδος μοι, δέσποτα, τὸ τίμιον καὶ ἅγιον Σῶμα 
τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χρι- 
στοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 

Καὶ ὁ Ἱερεύς, κρατῶν τὸν ἅγιον Ἄρτον, δίδωσι τῷ Διακό- 
νῳ ἐν τῇ παλάμῃ, λέγων" 

Μβεταδίδοταί σοι τῷ δεῖνι Διακόνῳ τὸ τί- 
μιον καὶ ἅγιον καὶ ἄχραντον Σῶμα τοῦ Κυρίου, 
καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, 
εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 


Ὃ δὲ Διάκονος, ἀσπασάμενος τὴν μεταδιδοῦσαν αὐτῷ χεῖ- 
ρα, ἀπέρχεται ὄπισθεν τῆς ἱερᾶς Τραπέζης, καὶ κλίνας τὴν κεφα- 
λήν, μεταλαμβάνει τοῦ ἐν τῇ αὑτοῦ παλάμῃ. 


Εἶτα, λαβὼν ὁ ᾿Ιερεὺς τὸ ἅγιον Ποτήριον μετὰ τοῦ Καλύμ- 
ματος, λέγει" 

Ἔτι μεταδίδοταί μοι τῷ δεῖν! Ἱερεῖ τὸ τί- 
μιον καὶ ἅγιον Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ 
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου 
ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. . 


Καὶ μεταλαβὼν τρὶς ἐξ αὐτοῦ, καὶ ἀποσπογγίσας, διὰ τοῦ 
ἐν χερσὶ Καλύμματος, τά τε χείλη καὶ τὸ ἅγιον Ποτήριον, ἀσπά- 
ζεται αὐτὸ λέγων" 





Ἰωάννου τοῦ Χρυσοστόμου 





Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ 
τὰς ἀνομίας μου, καὶ τὰς ἁμαρτίας μου περικα- 
θαριεῖ. 

Εἶτοι καλεῖ τὸν Διάμονον, λέγων" 

Διάκονε, ἔτι πρόσελθε. 

Ἐλθὼν δὲ ὁ Διάκονος ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, σπογ- 
γίζει μετὰ τῆς Νιούσης τὴν παλάμην αὐτοῦ ἐπὶ τοῦ ἁγίου Δίσκου 
μετὰ προσοχῆς, λέγων ἅμα' 

Ἔτι προσέρχομαι τῷ ἀθανάτῳ Βασιλεῖ. Μμετάδος 
μοι, δέσποτα, τὸ τίμιον καὶ. ἅγιον Αἷμα τοῦ Κυρίου, 
καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, εἰς ἄφε- 
σίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 


Καὶ ὁ Ἱερεύς, μεταδιδοὺς αὐτῷ τρὶς ἐκ τοῦ ἁγίου Ποτη- 
ρίου, λέγει" 


Ἔτι μεταδίδοταί σοι τῷ δεῖνι Διακόνῳ τὸ 
τίμιον καὶ ἅγιον Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ 
Σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου 
ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 


Μεταλαβόντος δὲ τοῦ Διακόνου, λέγει ὁ Ἱερεύς" 


Τοῦτο ἥψατο τῶν χειλέων σου, καὶ ἀφελεῖ 
τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικα- 
θαριεῖ. 


Τότε, λαβὼν ὁ Διάκονος τὸν ἅγιον Δίσκον, ἐπάνω τοῦ ἁγίου 
Ποτηρίου, ἀποσπογγίζει τῷ ἁγίῳ Σπόγγῳ πάνυ καλῶς. Εἶτα μετὰ 
προσοχῆς καὶ εὐλαβείας σκεπάζει τὸ ἅγιον Ποτήριον τῷ Καλύμ- 
ματι: ὁμοίως καὶ ἐπὶ τὸν ἅγιον Δίσκον ἀνατίθησι τὸν ἀστέρα καὶ 
τὰ καλύμματα. 


Εἰ δὲ οἵ πιστοὶ μεταλαμβάνουσιν οὐ διὰ τῆς λαβίδος, ἀλλὰ 
διὰ τῆς χειρός, οὐκ ἀποσπογγίζει τὸν ἅγιον Δίσκον, ἀλλὰ ἐγκατα- 
λείπει τὸν ἅγιον Ἄρτον καὶ τὰς μερίδας ἐπὶ τῷ Δίσκῳ οὐ κεκαλυμ- 
μένῳ. Ἐμβάλλει τὰς ὑπολειπομένας μερίδας ἐν τῷ ἁγίῳ Ποτηρίῳ, 
μετὰ τὴν κοινωνίαν τῶν πιστῶν. 








Καὶ οὕτως ἀνοίγουσιν τὴν θύραν τοῦ ἁγίου Βήματος. Καὶ ὁ 
Διάκονος, προσκυνήσας ἄπαξ, λαμβάνει τὸ Ποτήριον μετ΄ εὐλα- 
βείας, καὶ ἔρχεται εἰς τὴν θύραν, καὶ ὑψῶν τὸ ἅγιον Ποτήριον, 
δείκνυσιν αὐτὸ τῷ λαῷ, λέγων" 

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλ- 
θετε. 

Ὃ Χορός’ ᾿Αμήν, ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό- 
ματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. 

Καὶ οἱ πιστοὶ προσέρχονται εἰς τὸ κοινωνεῖν. Ὃ δὲ Ἱερεύς, 
μεταδιδοὺς ἑκάστῳ, λέγει" : 

λεταλαμβάνει ὁ δοῦλος [ἢ ἡ δούλη) τοῦ 
Θεοῦ καὶ ἐπιλέγει τὸ ὄνομα τὸ τίμιον καὶ ἅγιον 
Σῶμα καὶ Αἷμα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σω- 
τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν αὑτοῦ 
[ἢ αὐτῆς ) ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 

Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστούς, οἱ Χοροὶ φάλλουσι χύμα, 
ἅπαξ ἢ πλεονάκις, κατὰ τὸν ἀριθμὸν τῶν κοινωνούντων, τὸ 


Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινω- 
νόν με παράλαβε: οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω’ 
οὐ φίλημά σοι δώσω καθάπερ ὁ Ἰούδας" ἀλλ᾽ ὡς ὁ λῃστὴς ὁμο- 
λογῶ σοι! μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. 

μετὰ τὴν θείαν μετάληφιν, ὁ Ἱερεὺς εὐλογεῖ τὸν λαόν, ἐπι- 
λέγων ἐκφώνως" 


Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγη- 
σον τὴν κληρονομίαν σου. 

Ὃ Χορός: Εἴδομεν τὸ φῶς τὸ ἀλπθινόν, ἐλάβομεν Πνεῦμα 
ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσμκυ- 
νοῦντες᾽ αὕτη γάρ ἡμᾶς ἔσωσεν. 

Ἐν ταῖς τοῦ Δεσπότου ἑορταῖς, φάλλεται τὸ Τροπάριον τῆς 
ἑορτῆς. 


Καὶ ἐπιστρέφουσιν ὅ τε Διάκονος καὶ ὁ Ἱερεύς, εἰς τὴν ἀ- 
γίαν Τράπεζαν" καὶ θυμιᾷ ὁ Ἱερεὺς τρίς, λέγων καθ᾽ ἑαυτόν" 





Ἰωάννου τοῦ Χρυσοστόμου 


Ὑφώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ 
ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 





. Εἴτα λαβὼν τὸν ἅγιον Δίσκον, τίθησιν ἐπὶ τὴν κεφαλὴν τοῦ 
Διαμόνου. Καὶ ὁ Διάκονος, λαβὼν αὐτὸν μετ᾽ εὐλαβείας, θεωρῶν 
ἔξω πρὸς τὴν θύραν, οὐδὲν λέγων, ἀπέρχεται εἰς τὴν Πρόθεσιν, 
καὶ ἀποτίθησιν αὐτόν. Ὃ δὲ Ἱερεύς, προσκυνήσας, καὶ λαβὼν τὸ 
ἅγιον Ποτήριον, καὶ ἐπιστραφεὶς πρὸς τὴν θύραν, ὁρᾷ τὸν λαόν, ᾿ 
λέγων μυστικῶς" 


Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, 


καὶ ἐκφώνως" 
πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας 
τῶν αἰώνων. 
Καὶ ἀποτίθησι τὸ Ποτήριον εἰς τὴν Πρόθεσιν. 
ὋὉ Χορός’ ᾿Αμήν. Καὶ, εἰ ἔθος" 


Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅτι ἠξίω- 
σας ἡμᾶς μετασχεῖν. τῶν ἁγίων, ἀθανάτων καὶ ἀχράντων σοὺ μυ- 
στηρίων' τήρησον ἡμᾶς ἐν τῷ ἁγιασμῷ, ὅπως ἀνυμνήσωμεν τὴν 
δόξαν σου, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. 
᾿Αλληλούϊα͵ ἀλληλούϊα, ἀλληλούϊα. 


Εἶτα, ὁ μὲν Διάκονος, ἐξελθὼν καὶ στὰς ἐν τῷ συνήθει τό- 
πῳ, λέγει" 


᾽Ορθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχρὰν- 
των, ἀθανάτων, ἐπουρανίων, ζωοποιῶν, φρικτῶν τοῦ 
Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ. 
ὋὉ Χορός Κύριε, ἐλέησον. 


᾿Αντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον 
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. 


Ὃ Χορός" Κύριε, ἐλέησον. 


Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικήν, 
καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτούς, καὶ ἀλλή- 









Ἢ Θεία Λειτουργία 





λους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ πα- 
ραθώμεθα. 

Ὃ Χορός" ΣοΙ, Κύριε. : 

Ὁ δὲ Ἱερεὺς ἐπιλέγει μυστικῶς τὴν τῆς εὐχαριστίας Εὐχήν' 

Εὐχαριστοῦμέν σοι, Δέσποτα φιλάνθρωπε, 
εὐεργέτα τῶν φυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρού- 
σῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων 
σου καὶ ἀθανάτων Μυστηρίων᾽ ὀρθοτόμησον 
ἡμῶν τὴν ὁδόν᾽ στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου 
τοὺς πάντας᾽ φρούρησον ἡμῶν τὴν ζωήν᾽ ἀσφά- 
λισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις 
τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μα- 
ρίας καὶ πάντων τῶν ᾿Αγίων σου. 

Ἐκφώνησικζ' 

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δό- 
ξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ 
᾿Αγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶ- 
νας τῶν αἰώνων. 

Ὃ Χορός’ ᾿Αμήν. 

Ὃ Ἱερεύς: 

Ἐν εἰρήνῃ προέλθωμεν. 

Ὃ Χορός’ Ἐν ὀνόματι Κυρίου. 

Ὃ Διάκονος" 

Τοῦ Κυρίου δεηθῶμεν. 

Ὃ Χορός Κύριε, ἐλέησον. 

Εὐχὴ ὀπισθάμβωνος, ἐκφωνουμένη παρὰ τοῦ Ἱερέως ἔξω 
τοῦ βήματος" 

Ὃ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε, 
καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον 








































Ἰωάννου τοῦ Χρυσοστόμου 67 


τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν 
σου" τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον" 
ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ 
οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ 
σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς 
ἐλπίζοντας ἐπὶ σέ᾽ εἰρήνην τῷ κόσμῳ σου δώ- 


ρῆσαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς. 


βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ, καὶ παντὶ τῷ 
λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώ- 
ρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἐκ σοῦ 
τοῦ Πατρὸς τῶν φώτων᾽ καὶ σοὶ τὴν δόξαν 
καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπο- 
μεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ᾿Αγίῳ Πνεύ- 
ματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 
νων. 

Ὁ Χορός" ᾿Αμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ 
τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος. Τρίς. 


Ταύτης δὲ τελεσθείσης, ὁ μὲν Ἱερεὺς εἰσέρχεται διὰ τῶν 
ἁγίων Θυρῶν' καὶ στραφεὶς πρὸς τὴν Πρόθεσιν, λέγει τὴν πα- 
ροῦσαν εὐχήν 


Εὐχὴ λεγομένη μυστιμῶς πρὸ τοῦ συστεῖλαι τὸν Διάκονον 
τὰ “Αγια' 

Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν 
αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώ- 
σας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον 
χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάν- 
τοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- 
νων. ᾿Αμήν. 


ὋὉ δὲ Διάκονος εἰσέλθει καὶ αὐτὸς διὰ τοῦ βορείου μέρους, 
καί, πρὸ τῆς θύρας στάς, ἐκφωνεῖ" 

































Ἢ Θεία Λειτουργία 





Τοῦ Κυρίου δεηθῶμεν. 

Ὃ Χορός’ Κύριε, ἐλέησον. 

Ὁ Ἱερεύς, εὐλογῶν τὸν λαόν, λέγει" 

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθῃ ἐφ᾽ ὑ- 
μᾶς, τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, 
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ὃ Χορός" ᾿Αμήν. 

Εἴτα ὁ Ἱερεύς" 

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δό- 
ξα σοι. 

Ὃ λαός, ἢ ὁ ᾿Αναγνώστης' 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ᾿Αγίῳ Πνεύματι" καὶ 
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 
Κύριε, ἐλέησον, τρίς. Δέσποτα ἅγιε, εὐλόγησον. 

ὋὉ Ἱερεύς, στραφεὶς πρὸς τὸν λαόν, ποιεῖ ᾿Απόλυσιν. 

Εἴπερ ἐστὶ Κυριακή: ὋὋ ἀναστὰς ἐκ νεκρῶν, ἰ εἰ δὲ 
μή") Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσ- 
βείαις τῆς παναχράντου καὶ παναμώμου αὑτοῦ 
μητρός, καὶ τὰ λοιπὰ κατὰ τὴν ἡμέραν τοῦ 
ἐν ἁγίοις Πατρὸς ἡμῶν ᾿Ιωάννου, ᾿Αρχιεπισκό- 
που Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, 
τοῦ ἁγίου τῆς ἐκκλησίας καὶ τῆς ἡμέρας, τῶν 
ἁγίων καὶ θεοπατόρων Ἰωακεὶμ καὶ "Ἄννης, καὶ 
πάντων τῶν ᾿Αγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς, ὡς 
ἀγαθὸς καὶ φιλάνθρωπος. 

Ὁ δὲ Διάκονος συστέλλει τὰ Ἅγια μετὰ φόβου μαὶ πάσης 
ἀσφαλείας, ὥστε μηδέν τι τῶν ἄγαν λεπτοτάτων ἐμπεσεῖν, ἢ κα- 
ταλειφθῆναι. Καὶ ἀπονίπτεται τὰς χεῖρας ἐν τῷ συνήθει τόπῳ. 

Ὃ δὲ Ἱερεύς, ἐξελθών, δίδωσι τῷ λαῷ τὸ ἀντίδωρον, λέ- 
γων ἐνὶ ἑκάστῳ" 








Ἰωάννου τοῦ Χρυσοστόμου ἐφ 





Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθῃ ἐπὶ 


σέ. 

Καὶ εἰσελθὼν εἰς τὸ ἅγιον Βῆμα, ἀποδύεται τὴν ἱερατικὴν 
στολήν, λέγων’ 

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, 
κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃη᾽ ὅτι εἶδον οἱ ὀφ- 
θαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ 
πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀπομκά- 
λυφιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου ᾿Ισραήλ. 

Τὸ Τρισάγιον, καὶ τὰ λοιπά, ᾿Απολυτίκιον τῆς ἡμέρας, εἰ θέ- 
λει, ἔπειτα τὸ Τροπάριον τοῦ Χρυσοστόμου' 

Ἡ τοῦ στόματός σου" καθάπερ πυρσὸς" 
ἐκλάμφασα χάρις," τὴν οἰκουμένην ἐφώτισεν" 
ἀφιλαργυρίας τῷ κόσμῳ" θησαυροὺς ἐναπέθε- 
το," τὸ ὕφος ἡμῖν" τῆς ταπεινοφροσύνης ὑπέ- 
δειξεν᾽ " ἀλλὰ σοῖς λόγοις παιδεύων," Πάτερ 
᾿Ιωάννη Χρυσόστομε," πρέσβευε τῷ Λόγῳ Χρι- 
στῷ τῷ Θεῷ" σωθῆναι τὰς φυχὰς ἡμῶν. 

Κύριε ἐλέησον, ιβ΄. Δόξα... Καὶ νῦν... Τὴν 
τιμιωτέραν... 

Καὶ ποιεῖ ᾿Απόλυσιν. Καὶ προσκυνήσας καὶ εὐχαριστήσας 


τῷ Θεῷ ἐπὶ πᾶσιν, ἐξέρχεται. 


-- 


Τέλος τῆς θείας Λειτουργίας τοῦ Χρυσοστόμου. 











Τῷ Σαββάτῳ ἑσπέρας καὶ τῇ Κυριακῇ, εἰς τὸν Ὅρθρον καὶ 
εἰς τὴν Λειτουργίαν" 


Ὃ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς 


Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου 
αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευ- 
φήμων ᾿Αποστόλων, τοῦ ᾿Αγίου τῆς ἐκκλησίας 
καὶ τῆς ἡμέρας, τῶν ἁγίων καὶ δικαίων θεοπα- 
τόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ᾿Α- 
γίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ 
φιλάνθρωπος. 


Εἰς τὴν Λειτουργίαν, ὅτε λέγεται ἡ τοῦ Χρυσοστόμου, μετὰ 
τοὺς ᾿Αποστόλους προστίθεται' 

τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, ᾿Αρ- 
χιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσο- 
στόμου, κ. τ. λ. τε δὲ λέγεται ἡ τοῦ ἐλεγάλου Βασι- 
λείου, προστίθεμεν: τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βα- 
σιλείου, ᾿Αρχιεπισκόπου Καισαρείας τῆς Καπ- 
παδομίας, τοῦ Μεγάλου, κ. τ. Δ. 








Ἡ Θεία Λειτουργία Ἰωάννου τοῦ Ἀρυσοστόμου 





Ἐν τῇ ᾿Απολύσει τῶν Προηγιασμένων, οὐδεὶς μνημονεύεται 
ὡς συντάκτης τῆς Λειτουργίας ταύτης. 


Τῇ Κυριακῇ ἑσπέρας καὶ τῇ Δευτέρᾳ, εἰς τόν Ὅρθρον καὶ 
εἰς τὴν Λειτουργίαν" 


Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσ- 
βείαις τῆς παναχράντου αὐτοῦ Μητρός, προ- 
στασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων 
ἀσωμάτων, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφή- 
μων ᾿Αποστόλων, τοῦ ᾿Αγίου τῆς ἐκκλησίας καὶ 
τῆς ἡμέρας, τῶν ἁγίων καὶ δικαίων θεοπατό- 
ρὼν ᾿Ιωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ᾿Αγίων, 
ἐλεήσαι καὶ σώσαι ἡμᾶς... 

Τῇ Δευτέρᾳ ἑσπέρας καὶ τῇ Τρίτῃ πρωΐ" 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσ- 
βείαις τῆς παναχράντου αὑτοῦ Μητρός, ἱκεσίαις 
τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ 
Βαπτιστοῦ ᾿Ιωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ 
πανευφήμων ᾿Αποστόλων... 

Τῇ Τρίτῃ ἑσπέρας καὶ τῇ Τετάρτῃ πρωΐ" 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβεί- 
αἷς τῆς παναχράντου αὑτοῦ Μητρός, δυνάμει 
τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἱκεσίαις τῶν 
ἁγίων, ἐνδόξων καὶ πανευφήμων ᾿Αποστόλων.... 


Τῇ Τετάρτῃ ἑσπέρας καὶ τῇ Πέμπτῃ πρωΐ' 


Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβεί- 
αἷς τῆς παναχράντου αὑτοῦ ιητρός, τῶν ἁγίων, 
ἐνδόξων καὶ πανευφήμων ᾿Αποστόλων, τοῦ ἐν 
































72 Ἢ Θεία Λειτουργία Ἰωάννου τοῦ Χρυσοστόμου 





᾿Αγίοις Πατρὸς ἡμῶν Νικολάου ᾿Αρχιεπισκό- 
που μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ... 

Τῇ Πέμπτῃ ἑσπέρας καὶ τῇ Παρασκευῇ πρωΐ’ 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις 
τῆς παναχράντου αὑτοῦ ῥλητρός, δυνάμει τοῦ 
τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἱκεσίαις τῶν 
ἁγίων, ἐνδόξων καὶ πανευφήμων ᾿Αποστόλων... 


Τῇ Παρασκευῇ ἑσπέρας καὶ τῷ Σαββάτῳ πρωΐ" 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις 
τῆς παναχράντου αὑτοῦ μητρός, τῶν ἁγίων, 
ἐνδόξων καὶ πανευφήμων ᾿Αποστόλων, τῶν ἁ- 
γίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν 
ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ᾿Αγίου 
τῆς ἐκκλησίας καὶ τῆς ἡμέρας, τῶν ἁγίων καὶ 
δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ 
πάντων τῶν ᾿Αγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, 
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 

Καὶ αὐται αἱ ᾿Απολύσεις γίνονται μὲν καθ᾽ ἑκάστην ἡμέραν, 
ὅτε οὐκ ἔχομεν ἐἑορταζόμενον “᾿Αγιον' ὅτε δὲ ὑπάρχει τοιοῦτός 
τις, τότε οὐ γίνεται μνεία, τῇ μὲν Δευτέρῳ, τῶν Οὐρανίων Δυνά- 
μεων’ τῇ δὲ Τρίτῃ, τοῦ Προδρόμου: τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, 


τοῦ Σταυροῦ’ τῇ Πέμπτῃ, τοῦ ἁγίου Νικολάου’ καὶ τῷ Σαββάτῳ, 
τῶν Ὁσίων καὶ τῶν Μαρτύρων. 





ΑΓ ἈΠΟΛΥΎΣΕΙΣ 


ΤΩΝ ΔΕΣΠΟΤΙΚΩΝ ΕΟΡΤΩΝ 


λεγόμεναι εἰς τὸν Ἑσπερινόν, εἰς τὸν Ὄρθρον, 
καὶ εἰς τὴν Λειτουργίαν, κατὰ τάξιν. 


-.-.--ὄὦὦ.ὈὌ 


Εἰς τὴν τοῦ Χριστοῦ Γἐννησιν" 


Ὃ ἐν σπηλαίῳ γεννηθεὶς καὶ ἐν φάτνῃ ἀνα- 
κλιθείς, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀλη- 
θινὸς... 

Εἰς τὴν Περιτομήν' 

Ὃ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι 
καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν... 

Τῶν ἁγίων Θεοφανείων" ᾿ 

Ὃ ἐν Ἰορδάνῃ βαπτισθῆναι ὑπὸ ᾿Ιωάννου 
καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν... 

Εἰς τὴν Ὑπαπαντήν" ἢ 

ὋὉ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βάστα- 
χθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτη- 
ρίαν... 








ΑἹ ᾿Απολύσεις τῶν Δεσποτικῶν Ἑορτῶν 





Εἰς τὴν μεταμόρφωσιν᾽ 

ὋὉ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς 
ἐν δόξῃ, ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ 
᾿Αποστόλων.... 

Τῇ Κυριακῇ τῶν Βαΐων' 

Ὁ ἐπὶ πώλου καθεσθῆναι καταδεξάμενος, 
διὰ τὴν ἡμῶν σωτηρίαν... 

Τῇ αὐτῇ Κυριαικκῇᾷ ἑσπέρας, καὶ μέχρι τῆς λεγάλης Πέμπτης" 

Ἐρχόμενος ὁ Κύριος ἐπὶ τὸ ἑκούσιον πά- 
θος, διὰ τὴν ἡμῶν σωτηρίαν... 

Τῇ λεγάλῃ Πέμπτῃ" 

Ὁ δι᾽ ὑπερβάλλουσαν ἀγαθότητα ὁδὸν ἀρί- 
στην τὴν ταπείνωσιν ὑποδείξας, ἐν τῷ νίφαι 
τοὺς πόδας τῶν ἐλΛαθητῶν, καὶ μέχρι Σταυροῦ 
καὶ Ταφῆς συγκαταβὰς ἡμῖν... 

Εἰς τὴν ἀπόλυσιν τῶν ἁγίων Παθῶν' 

ὋὉ ἐμπτυσμούς, καὶ μάστιγας, καὶ κολαφισ- 
μούς, καὶ Σταυρόν, καὶ θάνατον ὑπομείνας, διὰ 
τὴν τοῦ κόσμου σωτηρίαν... 

Τῇ ἁγίᾳ καὶ λεγάλῃ Παρασκευῇ" 

Ὁ δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν 
ἡμετέραν σωτηρίαν, τὰ φρικτὰ πάθη, καὶ τὸν 
ζωοποιὸν σταυρόν, καὶ τὴν ἑκούσιον ταφὴν 
σαρκὶ καταδεξάμενος... 


Τῇ ἁγίᾳ Κυριακῇ τοῦ Πάσχα, καὶ πάσαις ταῖς Κυριακαῖς 
τοῦ χρόνου᾽ 








ΑΙ ᾿Απολύσεις τῶν Δεσποτικῶν Ἑορτῶν 





ὋὉ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθι- 
νὸς Θεὸς ἡμῶν... 

Τῇ Κυριακῇ τοῦ 'Θωμᾶ᾽ 

Ὃ τὸν θάνατον πατήσας καὶ τὸν Θωμᾶν 
πληροφορήσας.... 

Τῇ Πέμπτῃ τῆς ᾿Αναλήφεως' 

Ὃ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾽ ἡμῶν εἰς τοὺς 
οὐρανούς, καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ 
Πατρός... 


Τῇ Κυριακῇ τῆς Πεντηκοστῆς' 

Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν 
καταπέμφας τὸ πανάόγιον Πνεῦμα ἐπὶ τοὺς 
ἁγίους αὑτοῦ Μαθητὰς καὶ ᾿Αποστόλους, Χρι- 
στὸς... 

Τῇ αὐτῇ Κυριακῇ ἑσπέροις᾽ 

Ὁ ἐκ τῶν πατρικῶν καὶ θεϊκῶν κόλπων κε- 
νώσας ἑαυτόν, καὶ ἐξ οὐρανοῦ “ἐπὶ τῆς γῆς κα- 
τελθών, καὶ τὴν ἡμετέραν ὅλην ἀναλαβόμενος 
φύσιν, καὶ θεώσας αὐτήν᾽ μετὰ δὲ ταῦτα εἰς οὐ- 
ρανοὺς αὖθις ἀνελθών, καὶ ἐν δεξιᾷ καθίσας 
τοῦ Θεοῦ καὶ Πατρός, τό τε θεῖον καὶ ἅγιον, καὶ 
ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ 
συναΐδιον Πνεῦμα καταπέμφας ἐπὶ τοὺς ἁγίους 
αὐτοῦ μαθητὰς καὶ ᾿Αποστόλους, καὶ διὰ τού- 
του, φωτίσας μὲν αὐτούς, δι᾽ αὐτῶν δὲ πᾶσαν 
Ἱ τὴν οἰκουμένην, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, 





ΑἹ ᾿Απολύσεις τῶν Δεσποτικμῶν Ἑορτῶν 





ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώ- 
μου ἁγίας αὑτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων, 
πανευφήμων, θεοκηρύκων καὶ πνευματοφόρων 
᾿Αποστόλων, καὶ πάντων τῶν ᾿Αγίων, ἐλεήσαι 
καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 











ΕΥ̓ΧΑΡΙΣΤΙΛ 


ΜΕΤᾺ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙ͂ΙΑΝ 


Καὶ εὐθὺς τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς. 


ὑχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώ- 

ε με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γε- 
νέσθαι τῶν ᾿Αγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ 
σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων 
σου καὶ ἐπουρανίων Δωρεῶν κατηξίωσας. ᾿Αλλά, Δέ- 
σποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ 
ἀναστάς, καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ 
ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ 
τῶν φυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦ- 
τα κἀμοὶ εἰς ἴασιν φυχῆς τε καὶ σώματος, εἰς ἀποτρο- 
πὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς 
καρδίας μου, εἰς εἰρήνην τῶν φυχικῶν μου δυνάμεων, 
εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, 
εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν 
σου, εἰς προσθήκην τῆς θείας σου χάριτος, καὶ τῆς 
σῆς βασιλείας οἰκείωσιν ἵνα, ἐν τῷ ἁγιασμῷ σου δι᾿ 





Εὐχαριστία 





αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω δια- 
παντός, καὶ μηκέτι ἐμαυτῷ ζῷ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ 
Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπά- 
ρας ἐπ᾽ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντή- 
σω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκα- 
τάπαυστος, καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων 
τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ 
τὸ ὄντως ἐφετόν, καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν 
ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶ- 
σα ἡ κτίσις εἰς τοὺς αἰῶνας. ᾿Αμήν. 


ΤΟΥ ΜΕΓΆΛΟΥ ΒΑΣΙΛΕΙΟΥ͂ 


ἔσποτα Χριστὲ ὁ Θεός, Βασιλεῦ τῶν αἰώνων 

καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ 
πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλή- 
φει τῶν ἀχράντων καὶ ζωοποιῶν σου λλυστηρίων. Δέο- 
μαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε' φύλαξόν με ὑπὸ 
τὴν σκέπην σου, καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ". 
καὶ δώρησαί μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχά- 
τῆς μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ᾿Αγιασμά- 
τῶν σου, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. 
Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, 
ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπο- 
μεν, σὺν τῷ Πατρί, καὶ τῷ ᾿Αγίῳ Πνεύματι, νῦν, καὶ 
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν. 


ΤΟΥ ΜΕΤΑΦΡΑΣΤΟῪ 


δοὺς τροφήν μοι σάρκα σὴν ἐκουσίως, " ὁ πῦρ 
ὑπάρχων, καὶ φλέγων ἀναξίους," μὴ δὴ κατα- 
φλέξης με, μή, Πλαστουργέ μου," μᾶλλον δίελθε πρὸς 





μετὰ τὴν Θείαν Λειτουργίαν 





μελῶν μου συνθέσεις," εἰς πάντας ἁρμούς, εἰς νε- 
φρούς, εἰς καρδίαν. 


λέξον δ᾽ ἀκάνθας τῶν ὅλων μου πταισμάτων" ᾿ 
φυχὴν κάθαρον, ἁγίασον τὰς φρένας" τὰς 
ἰγνύας στήριξον, ὀστέοις ἅμα" αἰσθήσεων φώτισον 
ἁπλῆν πεντάδα" " ὅλον με τῷ σῷ συγκαθήλωσον φόβῳ. 


ἋΣ σκέπε, φρούρει τε, καὶ φύλαττέ με΄ ἐκ παν- 
τὸς ἔργου, καὶ λόγου φυχοφθόρου. 


“Κ γνιζε, καὶ κάθαρε, καὶ ῥύθμιζέ με’ " κάλλωνε, 

᾿υκῶ τα καὶ φώτιζέ με’ " δεῖξόν με σὸν σκή- 
νωμα Πνεύματος μόνου," καὶ μηκέτι σκήνωμα τῆς 
ἁμαρτίας" " ἵν᾽ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας " ὡς 
πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος. 


ρέσβεις φέρω σοι. πάντας ἡγιασμένους, " τὰἀς 

Ὶ παροκυλα τε τῶν ᾿Ασωμάτων͵," τὸν Πρόδρο- 

μόν σου, τοὺς σοφοὺς ᾿Αποστόλους," πρὸς τοῖς δὲ 

σὴν ἄχραντον ἁγνὴν ῥλΛητέρα᾽ " ὧν τὰς λιτάς, εὔσπλαγ- 

χνε, δέξαι, Χριστέ μου," καὶ φωτὸς παῖδα τὸν σὸν ἔρ- 
γασαι λάτριν. 


ὑ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος ᾿ ἡμῶν, 

χω. τῶν φυχῶν καὶ λαμπρότης," καὶ σοὶ 

πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ," δόξαν ἅπαντες 
πέμπομεν καθ᾽ ἡμέραν. 





Εὐχαριστία 





ΕΥ̓ΧΗ ΕΤΕΡᾺ 


ΙΗ Σῶμά σου τὸ ἅγιον, Κύριε ᾿Ιησοῦ Χριστέ, ὁ 
Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ 
Αἰμὰ σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ 
μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφρο- 
σύνην᾽ καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου, 
ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς 
δόξης" πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ 
πάντων σου τῶν ᾿Αγίων. ᾿Αμήν. 


ἈΑΝΩΝΥΜΟΥ 


Εἰς τὴν ὑπεραγίαν Θεοτόκον. 


π΄: Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκο- 
τισμένης μου φυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ κατα- 
φυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, 
ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ 
ἀχράντου Σώματος, καὶ τοῦ τιμίου Αἵματος τοῦ Υἱοῦ 
σου. ᾿Αλλ᾽ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισόν μου 
τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας" ἡ τὴν πηγὴν 
τῆς ἀθανασίας κυήσασα, ζωοσποίησόν με τὸν τεθανα- 
τωμένον τῇ ἁμαρτίᾳ᾽ ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύ- 
σπλαγχνὸς ιήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ 
συντριβὴν ἐν τῇ καρδίᾳ μου, καὶ ταπείνωσιν ἐν τοῖς 
διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις 
τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας 
μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράν- 
τῶν ἡλυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν φυχῆς τε καὶ 











μετὰ τὴν Θείαν Λειτουργίαν 8Ι 





σώματος" καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ 
ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας 
τὰς ἡμέρας τῆς ζωῆς μου’ ὅτι εὐλογημένη καὶ δεδο- 
ξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας. ᾿Αμήν.